[ ] Phokis — Delphi — 273/2 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Δωρίωνι Φιλίππου Ῥοδίωι αὐτῶι καὶ ἐκγόνοις προξε-
νίαν, εὐεργεσίαν, προμαντείαν, προεδρίαν, ἀτέλειαν, ἀσυλία[ν],
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· εἶ-
5 μεν δὲ αὐτοὺς καὶ θεαροδόκους Δελφῶν. ἄρχοντος Ἀρχιάδα,
βουλευόντων Ἀρισταγόρα, Ἀρχιδάμου, Δάμωνος.
Search Help
Contact Us