[ ] Phokis — Delphi — ca. 220 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Τιμοκλείδαι Εὐαγόρου Ῥοδίω[ι]
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαν-
τείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέ-
5 λειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις
προξένοις. ἄρχοντος Ξενοκλέους, βουλευ-
όντων Ἀριστομάχου, Ὀρέστα, Ἀλκα-
μένευς.
Search Help
Contact Us