[ ] Phokis — Delphi — 277 BC
1 θε[οί].
ἐπὶ Χαριξένου ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων Αἰτωλῶν Πολεμάρχου, Ἀλεξαμενοῦ,
Δάμωνος· Δελφῶν Λαρισίου, Ἀριστείδα· Βοιωτῶν Νικοκλέους, Νέωνος· Αἰνιάνων Τιμοκράτους, Νικαίου· Φωκέων #⁷․․․σ
Ἀντιφίλου· Ἀργείου Βρύα· Ἀθηναίου Ἀριστοκλέους· Ἐρετριέως Θεοκ[ρ]ίτου· Δωριέων Ἀλε]ιμάχου· Λοκρῶν Πανταξένου· ἔδοξε τοῖς
5 ἱερομνήμοσιν· ἐπειδὴ Βρύας καὶ Μενεκλῆς καὶ Ἀσκλαπιάδας Μενεστράτου καὶ Ἀρίστιππος Ἀ[ντάνδρ]ου? Ἀργεῖοι χρήσιμοι
γεγένηνται τῶι θεῶι χρήματα μηνύσαντες καὶ ἐγδικασάμενοι ταῦτα [εἰσέπραξαν, ὅπως καὶ εἰς τὸν λοιπὸν χρόνον]
χρείας παρέχωνται τῶι θεῶι, εἶναι αὐτοῖς προδικίαν καὶ ἀσφάλειαν καθάπερ καὶ [Νέωνι κατὰ ψῆφο]ν ἱερομνημόνων
ἐπ’ Ἀρισταγόρα ἄρχοντος.
Search Help
Contact Us