[ ]
Phokis — Delphi — 277 BC
1 | [θεοί]. |
[ἐπ’] Ἀρισταγόρα ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινῆς, ἱερομνημονούντων Αἰτωλῶν [Πο]- | |
λεμάρχου, Ἀλεξαμενοῦ, Δάμωνος· Δελφῶν Ἐχύλλου, Ἐτεοκράτους· Φωκέων ΜΕΛ․․․․․․ [Ἀν]- | |
[τι]φίλου· Βοιωτῶν Νέωνος, Νικοκλέους· Αἰνιάνων Τιμοκράτους, Εὐ[πε]ιθίδα· Ἰώνων Φ— —, | |
5 | Σωσιβίου(?)· Δωριέων Βρύα. Ἀλεξιμάχου Λοκρῶν Πανταξένου· ἔδοξεν τοῖς ἱερομνήμοσιν· ἐπεὶ <Νέων> |
Μενεστράτου Ἀργεῖος χρήσιμος γεγένηται τῶι θεῶι χρήματα μεμηνυκὼς καὶ ἐγδικασάμενος [ταῦτα] | |
[ἱερ]ὰν [δίκαν] ε[ἰ]σέπραξε, εἶναι αὐτῶι προδικίαν καὶ ἐκγόνοις ὅπως κα[ὶ εἰς τὸν λοιπὸν χρόνον τῶι θεῶι] | |
χρείαν παρέχηται καὶ εἰσπράσσηι τὰ τοῦ θεοῦ· ἐπισφραγίσασθαι δὲ αὐτῶι κα[ὶ κ]η[ρ]υκεῖον ὅ[π]ω[ς δοθῆι] | |
[καὶ ἀσ]φάλεια κατὰ τὸν νόμον. |