FD III 1:82
[ ] Phokis — Delphi — 272 BC
1 Δελφοὶ ἔδωκαν Φιλίππωι, Ἁγησιστράτω[ι],
Ἰσομέντορι Φιλίππου Ἀργείοις αὐτοῖ[ς]
καὶ ἐκγόνοις προξενίαν, προμαντε[ίαν],
προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλ[ειαν]
5 πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλ[οις]
․․․․․ [προ]ξένοις ἐστίν. ἄρχοντος [Εὐδό]-
[κου?, β]ουλευόντων Καλλικλέος, [Ἀρ][στωνος],
[Δεξί]ππου.
Search Help
Contact Us