[ ]
Phokis — Delphi — undated
1 | θεός. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Θράσων καὶ Σωκράτης Πάτρωνος Αἰγιρᾶται παραγενό- | |
μενοι ποθ’ ἁμὲ ἐπιδείξεις ἐποήσαντο τῶι θεῶι διὰ τῶν λυρικῶν συστημάτων προφε- | |
RO/MENOI [T]W=N A)RXAI/WN PO[HT]A=N A(\ H)=N PRE/PONTA POTI/ TE TO\N QEO\N KAI\ TA\N PO/LIN A(MW=N, FILOTI- | |
5 | μίας καὶ σπουδᾶς οὐθὲν ἐλ[λ]είποντες, ἔτι δὲ καὶ τὰν ἐνδαμίαν καὶ τὰν ἀναστροφὰν [ἐ]- |
ποήσαντο ἀξίαν αὐτοσαυτῶν τε καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι πόλει | |
τῶν Δελφῶν ἐπαινέσαι Θράσωνα καὶ Σωκράτην ἐπὶ τᾶι αἱρέσει ἇι τυνχάνοντι ἔχοντες ἐν | |
τῶι ἐπιταδεύματι· εἶμεν δὲ αὐτοὺς προξένους τε καὶ εὐεργέτας τᾶς πόλιος καὶ αὐτοὺ[ς] | |
καὶ ἐκγόνους αὐτῶν· ὑπάρχειν δὲ αὐτοῖς ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. | |
10 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων Εὐαγόρα, Καλ<λ>ιμάχου, γραμματεύοντος |
Εὐαγγέλου. |