[ ]
Phokis — Delphi — ca. 165 BC
| 1 | ἄρχοντος Πύρρου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀθάμβου, Ἀρχελά- |
| ου, Δίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς | |
| ἐννόμοις· ἐπειδὴ Νίκων Νικία Μεγαλοπολίτας τραγωιδὸς καὶ πρότερον μὲν | |
| εὔνους ὢν διετέλει τᾶι πόλει καὶ ἐνδαμήσας δὲ ἀξιωθεὶς ἐπέδωκε τῶι θε- | |
| 5 | ῶι ἁμέραν καὶ ἀγωνίξατο καὶ εὐδοκίμησε, ἐπαινέσαι Νίκωνα Νικία Μεγαλο- |
| πολίταν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμα[ν]- | |
| τείαν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οὓς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα | |
| τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει παρὰ τᾶς πόλιος, | |
| καλέσαι δὲ αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ τοὺς ἄρχοντας καὶ ἐν τὸ πρυτανεῖον. |