[ ]
Phokis — Delphi — ca. 165 BC
1 | ἄρχοντος Πύρρου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀθάμβου, Ἀρχελά- |
ου, Δίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς | |
ἐννόμοις· ἐπειδὴ Νίκων Νικία Μεγαλοπολίτας τραγωιδὸς καὶ πρότερον μὲν | |
εὔνους ὢν διετέλει τᾶι πόλει καὶ ἐνδαμήσας δὲ ἀξιωθεὶς ἐπέδωκε τῶι θε- | |
5 | ῶι ἁμέραν καὶ ἀγωνίξατο καὶ εὐδοκίμησε, ἐπαινέσαι Νίκωνα Νικία Μεγαλο- |
πολίταν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμα[ν]- | |
τείαν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οὓς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα | |
τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει παρὰ τᾶς πόλιος, | |
καλέσαι δὲ αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ τοὺς ἄρχοντας καὶ ἐν τὸ πρυτανεῖον. |