[ ] Phokis — Delphi — ca. 241/0 BC
1 Δελφοὶ ἔδωκαν καὶ [ἀν]ενεώσαν[το] Ἐχεσθένει, Νέωνι
[Ἀφ]άνευς [Φ]ενικοῖς αὐτοῖς καὶ ἐκγόνοις προξενί-
[αν] καὶ θεαροδοκίαν καὶ προμαντείαν καὶ ἀτέλειαν
[κα]ὶ προδικίαν καὶ προεδρίαν καὶ ἀσυλίαν καὶ τἆλλα ὅσα
5 καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος
Δαμαίου, βουλευόντων Ἀθανίωνος, Ἀμυνάνδρου, Ἁγίωνος.
Search Help
Contact Us