[ ] Phokis — Delphi — stoich. — 400-350 BC
1 Πύθι’ Ἄπολλον [ἄ]ναξ, τάδ’ [ἀγάλματ’ ἔ]δ[ωκεν ἀπαρχὰς]
  αὐτόχθων ἱερᾶς λαὸς [ἀπ’ Ἀρκαδί]ας·
Νίκηγ Καλλιστώ τε Λυκα<ν>[ίδ]α τῆι πο[τ’ ἐμίχθη]
  Ζεύς, ἱεροῦ δὲ γένους Ἀρκ[άδ’] ἔφυσε κόρ[ον]·
5 ἐκ τοῦδ’ ἦν Ἔλατος καὶ Ἀφε[ίδ]ας ἠδὲ κα[ὶ Ἀζάν],
  τοὺς δ’ Ἐρατὼ νύμφα γείνα[τ’ ἐ]ν Ἀρκαδί[αι]·
Λαοδάμεια δ’ ἔτικτε Τρίφυλον, παῖς Ἀ[μύκλαντος]·
@@*GOGGU/LOU E)K KOU/RAS D' H)=N *)AMILOU=S *)/ERA[SOS]:
τῶνδε σοι ἐκγενέται Λακεδαίμονα δη[ιώσαντες]
10  Ἀρκάδες ἔστησαν μνῆμ’ ἐπιγινομένοις.
Search Help
Contact Us