[ ]
Phokis — Delphi — stoich. — 400-350 BC
1 | Πύθι’ Ἄπολλον [ἄ]ναξ, τάδ’ [ἀγάλματ’ ἔ]δ[ωκεν ἀπαρχὰς] |
αὐτόχθων ἱερᾶς λαὸς [ἀπ’ Ἀρκαδί]ας· | |
Νίκηγ Καλλιστώ τε Λυκα<ν>[ίδ]α τῆι πο[τ’ ἐμίχθη] | |
Ζεύς, ἱεροῦ δὲ γένους Ἀρκ[άδ’] ἔφυσε κόρ[ον]· | |
5 | ἐκ τοῦδ’ ἦν Ἔλατος καὶ Ἀφε[ίδ]ας ἠδὲ κα[ὶ Ἀζάν], |
τοὺς δ’ Ἐρατὼ νύμφα γείνα[τ’ ἐ]ν Ἀρκαδί[αι]· | |
Λαοδάμεια δ’ ἔτικτε Τρίφυλον, παῖς Ἀ[μύκλαντος]· | |
Γογγύλου ἐκ κούρας δ’ ἦν Ἀμιλοῦς Ἔρα[σος]· | |
τῶνδε σοι ἐκγενέται Λακεδαίμονα δη[ιώσαντες] | |
10 | Ἀρκάδες ἔστησαν μνῆμ’ ἐπιγινομένοις. |