[ ]
Phokis — Delphi — stoich. — end 4th c. BC — FD 3:5.19; SIG(3) 241AB — SGDI 2502
| 1 | ἐπὶ Ἀργιλίου ἄρχοντος, ὀπωρινᾶς πυλαίας, πὰρ τὰν πόλιν τῶν Δελφῶν λοιπὰ χρήματα τοῖς ναο- |
| ποιοῖς· τάλαντα ἴκατι, μναῖ δέκα τέτορες, στατῆρες δέκα· μετὰ τοῦτο ἀπεδώκαμες. ἐπιστει- | |
| λάντων τῶν ναοποιῶν πάντων, τᾶι ἠρινᾶι πυλαίαι, ἐπὶ Ἡρακλείου ἄρχοντος, ἀργύριον διδόμ[εν], | |
| ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἐπὶ Ἀριστοξένου ἄρχοντος, μηνὸς Ἀπελλαίου, βουλευόντων | |
| 5 | Καλλίππου, Σακεδάλλου, Αἰγύλου τοῦ Ἱέρωνος, Ἀρισταγόρα μὲν ἀφισταμένου τᾶς ναοποιΐας, |
| Νικομάχου δὲ τοῦ Μενεκράτεος ναοποιέοντος, ἐπιμηνιεύοντος δὲ Φιλολάου Λακεδαιμονίου, | |
| Ἀμφάρεος Φωκέος· Πασίωνι ἰσχεγάου μνᾶς δέκα, στατῆρας ἑπτά, ὀβολοὺς ἐννέα· Ἁρμοδίωι χαλκεῖ | |
| δεσμῶν μνᾶς ἕξ, στατῆρας δέκα πέντε. ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἐπὶ Ἀριστοξένου | |
| ἄρχοντος, μηνὸς Ἡραίου, ὀπωρινᾶι πυλαίαι, ναοποιέοντος Νικομάχου Δελφοῦ, βουλευόντων | |
| 10 | Καλλίππου, Σακεδάλλου, Αἰγύλου, τοῖς ἐργώναις, κελευόντων πάντων τῶν ναοποιῶν, |
| παρεόντων δὲ ναοποιῶν τῶνδε· Νικομάχου Δελφοῦ, Νικοτέλευς Ἀργείου, Κλεοδώρου Ἀργείου, | |
| Ξενοτίμου Σικυωνίου, Δαμοφάνευς Κορινθίου· Νικοδάμωι ξύλων ποτὶ τὰ μαχανώματα μνᾶς ἕ̣ξ̣· | |
| Πασίωνι ἄλλο τοῦ ἰσχεγάου τοῦ αὐτοῦ ἔργου, μνᾶς δέκα, στατῆρας τρεῖς, ὀβολοὺς τρεῖς· | |
| Νικοδάμωι Πασίωνι λατομίας μνᾶς τριάκοντα τέτορας, στατῆρας ἴκατι ἕξ· Πραξίωνι | |
| 15 | Ἀριστάνδρωι λιθαγωγοῖς μνᾶς δέκα τέτορας, στατῆρας δέκα· Κλεινίαι σκαπέτων στατῆρας |
| ἴκατι τέτορας, ὀβολοὺς ὀκτώ· Ἀριστίωνι λίθων ἀπαγωγᾶς στατῆρας δέκα· τῶι μαγίρωι | |
| τρία ἡμιωβέλια. ταῦτα ἀπελογιξάμεθα ποτὶ πάντας τοὺς ναοποιοὺς καὶ ἐγένετο | |
| κεφάλωμα τάλαντον, μναῖ ἴκατι δύο, στατῆρες ἴκατι ἕξ, ὀβολοὶ ἐννέα, ἡμιωβέλιον. | |
| vacat | |
| 20 | μετὰ τὸν λογισμόν, παρεόντων τῶν βουλευτᾶν, ἐπέταξαν τοὶ ναοποιοὶ πάντες τᾶι πόλι τῶν |
| Δελ[φ]ῶν ἀργύριον δόμεν ποτὶ τὰ ἔργα τὰ ἐγ Κορίνθωι, καὶ ἐδώκαμεν· τοῖς μὲν ναοποιοῖς εὐθὺς | |
| μνᾶ[ς] τέτορας, τοῦτο δὲ ἐδόθη Λαβώται Δαμοφάνει Κορινθίοις, Ξενοτίμωι Σικυωνίωι. | |
| ἄλλο ἐδώκαμεν Λαβώται Δαμοφάνει Κορινθίοις, Ξενοτίμωι Σικυωνίωι, μνᾶς δέκα. | |
| ἄλλο Νικόμαχον ἀπεπέμψαμεν φέροντα εἰς Κόρινθον τοῖς ναοποιοῖς μνᾶς τέτορας. | |
| κεφάλωμα τοῦ ἔλαβον μετὰ τὸν λογισμὸν οἱ Κορίνθιοι ναοποιοὶ καὶ ὁ Σικυώνιος μνᾶς | |
| 25 | δέκα ὀκτώ. |
| [ἀπὸ] τούτου ἀνάλωμα· μαχανώματος Χαιρόλαι μνᾶς τέτορας· βολίμου εἰσφορᾶς δραχμαὶ τρεῖς, | |
| [ἡ]μιωβέλιον· πὸτ τὸ μαχάνωμα λίθων τομᾶς Θεογένει δραχμαὶ πέντε· ἀγωγᾶς τούτων Ἀγάθωνι δραχμαὶ | |
| ἑπτά· βολίμου στάσιος Σατύρωι δραχμά· τριγλύφων δυώδεκα ἀγωγᾶς Χαιρόλαι μναῖ τρεῖς, | |
| στατῆρας ἐννέα· τοπείου Ξένωνι μναῖ τρεῖς, στατῆρες ἴκατι δύο· ἐπιστυλίων ἓξ Χαιρόλαι | |
| 30 | μναῖ ἕξ, στατῆρες τριάκοντα· βολίμου συνθέσιος ὀβολοὶ δέκα· πινακίοιν ὀβολοὶ τέτορες. |
| ἐπὶ Ἀριστοξένου ἄρχοντος, πυλαίαι ἠρινᾶι, ναοποιοὶ οὐ συνῆλθον· οὐδὲ ἐπὶ Ἱερίνου ἄρχον- | |
| τος, πυλαίαι ὀπωρινᾶι καὶ ἠρινᾶι, οὐ συνῆλθον· οὐδὲ ἐπὶ Νίκωνος ἄρχοντος, πυλαίαι ὀπωρινᾶι, | |
| ναοποιοὶ οὐ συνῆλθον. ἐπὶ Νίκωνος ἄρχοντος, ἠρινᾶς πυλαίας, ναοποιοὶ συνῆλθον τοίδε· | |
| Ἁγήσαρχος Δελφός, Τηλοκλέας Ἀθηναῖος, Εὔορμος Λοκρός, Νικέας Λοκρός, Θέων Μεγαρεύς, | |
| 35 | Ἀστίας Ἐπιδαύριος, Φιλόλαος Λακεδαιμόνιος, Καλλιμήδης Κορίνθιος, Θρασύδαμος Κορίν- |
| θιος, Ἐπιχάρης Φωκεύς. | |
| ἐπὶ Νίκωνος ἄρχοντος, ἠρινᾶς πυλαίας, ἁ πόλις ἔδωκε τοῖς ναοποιοῖς τοῖς ἐν τῶι πολέμωι, | |
| πράταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων Λύσωνος, Μαχίδα, Ἀρχε[μ]αχίδα, | |
| προστατευόντων Τηλοκλέος Ἀθηναίου, Ἀστία Ἐπιδαυρίου, στατῆρας πεντήκοντα ὀκτώ, | |
| 40 | ὀβολοὺς τρεῖς. τοῦτο ἐδόθη τῶι ἀρχιτέκτονι Ξενοδώρωι πὸτ τὸν μισθόν. |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, δευτέραν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόν- | |
| των Διοκλέος, Ἡρακλείτου, Δεινομάχου, ἐπὶ Αὐτία ἄρχοντος, τᾶς ὀπωρινᾶς πυλαίας, | |
| τοῖς ναοποιοῖς, προστατευόντων Θέωνος Μεγαρεῦς, Κυδίμου Ἀθηναίου, Θράσωνος Ἀθηναίου, | |
| Ξενοτίμου Σικυωνίου, Εὐόρμου Λοκροῦ, μνᾶς ἴκατι ἑπτά, στατῆρας ἴκατι πέντε. | |
| 45 | τούτου ἐδόθη· Νικοδάμωι ποτὶ τὸ ἐγ Κίρραι μαχάνωμα καὶ τοῦ χώματος μναῖ τρεῖς, στατῆρες |
| τριάκοντα δύο, <ὀ>βο<λο>ὶ ἑπτά, ἡμιωβέλιον· Νικοδάμωι σφενδόνας τιμὰν ποτὶ τὸ ἐγ Κίρραι μαχάνω- | |
| μα στατῆρες πεντήκοντα εἷς, ὀβολοὶ τέτορες· Ὀνασίμωι λιθαγωγῶι κατὰ θάλασσαν μναῖ ἴκα- | |
| τι μία, στατῆρες ἴκατι πέντε· Χήρι ἐφόδιον καλευμένωι τοὺς Ἡρέα ἐγγύους στατῆρες δέκα | |
| τέτορες· γραμματιστᾶι στατῆρες πέντε· κάρυκι δραχμαὶ τρεῖς· ζυγάστρου ὀβολοὶ πέντε, | |
| 50 | ἡμιωβέλιον· πινακίων ὀβολός. |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τρίταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων | |
| Κλέωνος τοῦ Τιμοκράτεος, Φειδίλα, Θεοχάριος, Ὀρνιχίδα, ἐπὶ Αὐτία ἄρχοντος, τᾶς ἠρινᾶς, | |
| τοῖς ναοποιοῖς, προστατευόντων Νικιάδου Ἀθηναίου, Δέξιος Κορινθίου, Θράσωνος Φωκέος, | |
| μνᾶς δέκα δύο, στατῆρας ἕξ, ὀβολοὺς τρεῖς· τούτου ἐδόθη· Ὀνασίμωι κατὰ θάλασσαν λιθαγωγῶι | |
| 55 | ποτεθήκαμες πὸτ τὰν δόσιν μνᾶς δέκα μίαν, στατῆρας δέκα πέντε· Νικοδάμωι πίσσας τιμὰ καὶ |
| τὸ μαχάνωμα πισσῶσαι τὸ ἐγ Κίρραι στατῆρες δέκα, ὀβολοὶ τρεῖς· Χήρι ἐφόδιον καλευμένωι | |
| τοὺς Ἡρέα ἐγγύους στατῆρες δέκα ἕξ. | |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τετάρταν δόσιν, ναοποιέοντος [Ἁ]γ[η]σάρ[χ]ου Δελφοῦ, | |
| βουλευόντων Κλέωνος, Κλεινία, Δίωνος, ἐπὶ Θευχάριος ἄρχοντος, τᾶς ὀπωρινᾶς, τοῖς | |
| 60 | ναοποιοῖς, προστατευόντων Δέξιος Κορινθίου, Ἀστία Ἐπιδαυρίου, Πολυπείθεος Λακεδαι- |
| μονίου μνᾶς δύο, στατῆρας ὀκτώ, δραχμάν· τούτου ἐδόθη· Ξενοδώρωι ἀρχιτέκτονι μναῖ δύο, | |
| στατῆρες πέντε· Καλλιτέλει τοῦ μαχανώματος ἀκέσιος στατῆρες τρεῖς, δραχμά. | |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, πέμπταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων | |
| Καλλαγόρα, Ἀθάνιος Μένωνος, ἐπὶ Θευχάριος ἄρχοντος, τᾶς ἠρινᾶς, τοῖς ναοποιοῖς, | |
| 65 | προστατευόντων Ἀγία Λακεδαιμονίου, Μνασικλέος Φλειασίου, μνᾶς τρεῖς· τοῦτο ἐδόθη |
| τῶι ἀρχιτέκτονι Ξενοδώρωι. ταῦτα ἀπελογιξάμεθα τοῖς ναοποιοῖς τοῖς ἐν τῶι πολέμωι | |
| καὶ ἐγένετο κεφάλωμα ἐν ταῖς πέντε πυλαίαις μναῖ τετρώκοντα ἕξ, στατῆρες ἴκατι ὀκτώ. | |
| vacat | |
| σύμπαντος κεφάλωμα οὗ ἀπέδωκε ἁ πόλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἀπὸ Ἀργιλίου ἄρχοντος, | |
| τᾶς ἠρινᾶς πυλαίας, εἴς τε εἰς Θεύχαριν ἄρχοντα, εἰς τὰν ἠρινὰν πυλαίαν, ἀργυρίου τάλαντα | |
| 70 | δύο, μνᾶς ἴκατι ἑπτά, στατῆρας δέκα ἐννέα, ὀβολοὺς ἐννέα, ἡμιωβέλιον. |
| vacat | |
| ἐπὶ Δαμοξένου ἄρχοντος, ὀπωρινᾶς πυλαίας, ἐπεὶ ἁ εἰρήνα ἐγένετο, ναοποιοὶ συνῆλθον· | |
| Σιμυλίων Δελφός, Φρυνώνδας Γυρτώνιος, Εὐαίων Φαρσάλιος, Γενναῖος Φαρσάλιος, Οἰόλυκος | |
| Λαρισαῖος, Ἀριστοφυλίδας Λαρισαῖος, Ἀμύντωρ Φεραῖος, Ἱππίας Πελινναιεύς, Ὀρέστας Κραννών[ι]ος, | |
| Φίλιππος Μακεδών, Τιμανορίδας Μακεδών, Εὐκτήμων Ἀθηναῖος, Ἐπικράτης Ἀθηναῖος, Τέλλη<ν> Θη- | |
| 75 | βαῖος, Προκλῆς Θηβαῖος, Φίλιππος Θηβαῖος, Διαικλῆς Λακεδαιμόνιος, Ἔρασις Λακεδαιμόνιος, |
| Κλεοσιμένης Λακεδαιμόνιος, Λαβώτας Κορίνθιος, Δαμοφάνης Κορίνθιος, Ξενότιμος Σικυώνιος, | |
| Ἀλκίμαχος Ἀργεῖος, Νοίων Ἀργεῖος, Φίλλις Ἀργεῖος, Μικίων Ἀργεῖος, Τιμύλος Μεγαρεύς, Δεξίας | |
| Ἐπιδαύριος, Τείσανδρος Τροζάνιος, Πυθέας Αἰγινάτας, Τιμασικράτης Περραιβός, Μέντωρ Φλει- | |
| άσιος, Παραμύθιος Χαλκιδεύς, Ἄντοχος Ἀμφισεύς, Δαμοσθένης Ὀπούντιος, Ἀσίας Θρονιεύς. | |
| 80 | ἐπὶ Δαμοξένου ἄρχοντος, τᾶς ἠρινᾶς πυλαίας, ἁ πόλις ἔδωκε τοῖς ναοποιοῖς, πράταν δόσιν, ἐπεὶ ἁ εἰ- |
| ρήνα ἐγένετο, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευόντων τῶν περὶ Γόργιππον, προστα- | |
| τευόντων Εὐαίωνος Φαρσαλίου, Μέντορος Φλειασίου, Ξενοτίμου Σικυωνίου, τρί’ ἡμιμναῖα. | |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, δευτέραν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευ- | |
| όντων Ἱππάρχου, Νικομάχου, ἐπὶ Ἄρχωνος ἄρχοντος, τᾶς ἠρινᾶς πυλαίας, τοῖς ναοποιοῖς, | |
| 85 | προστατευόντων Φρυνώνδα Γυρτωνίου, Ἀμύντορος Φεραίου, Λαβώτα Κορινθίου, |
| τάλαντα τρία, μνᾶς ἴκατι πέντε, στατῆρας ἴκατι πέντε· τούτων τὰ μὲν τρία τάλαντα τοῖς | |
| Τεγεάταις ἔχρησαν ποτὶ τὰν κατασκευὰν τᾶς λιθαγωγίας τᾶς εἰς Δελφούς· ἴκατι δὲ μνᾶς Λαβώται καὶ Δαμοφάνει ποτὶ τὰ | |
| ἔργα τὰ ἐν Κορίνθωι· Ξενοδώρωι ἀρχιτέκτονι μισθὸς μναῖ πέντε, στατῆρες πέντε· γραμματιστᾶι μισθὸς | |
| στατῆρες ἴκατι. | |
| 90 | ἐπιστειλάντων τῶν ναοποιῶν πάντων ποτὶ τὰν πόλιν τῶν Δελφῶν διδόμεν χρήματα τοῖς ἐπιμηνιεύουσι τῶν |
| ναοποιῶν, ἁ πόλις ἔδωκε τῶν Δελφῶν, τρίταν δόσιν, ἐπὶ Κλέωνος ἄρχοντος, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, | |
| βουλευόντων Ξενοχάρευς, Δαμοτίμου, Θεολίστου, μηνὸς Ἀπελλαίου, ἐπιμηνιεύοντος Τέλλη Θηβαίου, | |
| Φιλίπ<π>ου Θηβαίου, Πυθέα Αἰγινάτα, μνᾶς δέκα. τοῦτο ἐδόθη Ἀθανογείτονι Βοιωτίωι λατόμωι. | |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τετάρταν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευόντων Ξενοχάρευς, | |
| 95 | Δαμοτίμου, Θεολίστου, ἐπὶ Κλέωνος ἄρχοντος, ὀπωρινᾶς πυλαίας, τοῖς ναοποιοῖς, προστατευόντων Δα[μο]- |
| φάνευς Κορινθίου, Εὐκτήμονος Ἀθηναίου, Ἀριστοφυλίδα Λαρισαίου, τάλαντα δύο, μνᾶς τριάκοντα· τούτου ἐ[δόθη]· | |
| Νικοδάμωι Ἀργείωι καὶ Τηλεφάνει Σικυωνίωι, τᾶς περιστάσιος ἐργασίας, τάλαντον, μνᾶς πέντε, στατῆρας ἴκ[ατι ἕξ]· | |
| Χαιρόλαι Κορινθίωι λιθαγωγῶι κατὰ θάλασσαν, τάλαντον· Ἀγαθωνύμωι Κορινθίωι λιθαγωγῶι ἐν Κορίνθωι | |
| [μ]ναῖ ἑπτά, στατῆρες ἴκατι δύο· Ξενοδώρωι ἀρχιτέκτονι μισθὸν <μνᾶς πέντε, στατῆρας πέντε· Ἱσμηνίαι Βοιωτίωι λατόμωι> μνᾶς τρεῖς, στατῆρας ἴκατι ἕνα, δραχ[μάν]· | |
| 100 | [Ν]ικοδάμωι Ἀργείωι λατόμωι μνᾶς δύο, στατῆρας ἕνδεκα· Κάπωνι Βοιωτίωι λατόμωι μνᾶς δύο, στατῆρα[ς] |
| [ἴ]κατι ἑπτά· Ἀρχετίμωι Κορινθίωι λατόμωι μνᾶν, στατῆρας τρεῖς καὶ δέκα, δραχμάν· Δαμοστράτωι Κορ[ινθίωι] | |
| [λα]τόμωι μνᾶν, στατῆρας τρεῖς καὶ δέκα, δραχμάν· {Ἱσμηνίαι Βοιωτίωι λατόμωι μνᾶς τρεῖς, στατῆρας εἴκο[σι ἕνα]}, | |
| {δραχμάν}· κάννας τιμὰ δραχμά. vacat | |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, πέμπταν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευόντων Μαχίδα, | |
| 105 | Ἀριστομάχου, ἐπὶ Χαιρόλα ἄρχοντος, μηνὸς Βουκατίου, ἐπιμηνιεύοντος Τιμασικράτευς Περραιβοῦ, μν[ᾶν], |
| στατῆρας δύο· τοῦτο ἐδόθη· Νικοδάμωι Ἀργείωι, λατύπας ἐξαγωγᾶς, στατῆρας εἴκοσι· καὶ τοῦ παραδείγμ[ατος] | |
| τᾶς λεοντοκεφαλᾶς, στατῆρες δέκα ἑπτά. |