[ ] Phokis — Delphi — stoich. 18-20 — ca. 400-350 BC — SIG(2) 438; SGDI 2561 — Sokolowski — LS 77+
face A [— — — — — — — — —]
Ο̣Σ̣․․․․․․․․18․․․․․․․․
1 ἔστω· "τα̣γ̣ε̣[υ]σέω δι[κ]α[ίως κ]-
α[τ]ὰ τοὺν ν̣όμους [τ]ᾶς [π][λι]-
ος καὶ το[ὺ]ς τῶν Λαβυαδ[ᾶν]
πὲρ τῶν ἀ[π]ελ[λ]αίων καὶ [τᾶ]-
5 ν δαρατᾶν̣· κ̣α̣ὶ̣ τ̣ὰ̣ χρήμ[α]τ[α]
συμπραξέ[ω] κ[ἀ]ποδειξέω {²⁶ἀποδειξέω}²⁶ [δ]-
[ι]καίως τοῖς̣ Λα̣β̣υ̣άδαις [κ]-
ωὔτε κλεψέω οὔτε βλα[ψ][ω]
[ο]ὔ̣τε τέχναι οὔτε μαχα̣νᾶ̣-
10 [ι] τ̣ῶν τῶλ Λαβυαδᾶ̣ν̣ χρημ̣[ά]-
[τ]ων καὶ τὸˉς ταγοὺ[ς ἐπ]αξ̣έ̣-
ω̣ τὸν ℎόρκον τοὺς ἐ[ν ν]έω[τ]-
α κὰτ τὰ γεγρ̣αμμέν̣α̣." ℎόρ̣κ̣-
ος· "ℎυπίσχομα̣ι̣ ποὶ τοῦ Δ[ι]-
15 ὸς τοῦ πατ̣ρώιου· εὐορκέο-
ν̣τι μέμ μοι ἀ̣γα̣θὰ̣ εἴη, αἰ [δ’]
ἐ̣φιορκέοιμ[ι, κ]α̣κῶν (?) τ̣ὰ κ[α]-
κὰ ἀντὶ τῶν ἀγ̣[α]θῶν."  vacat
ἔδοξε Λαβ[υ]ά̣δαις Β̣ου̣κατ̣-
20 ίου̣ μηνὸς δε̣κ[ά]τ̣αι, ἐπὶ Κ[ά]-
μπου, ἐν τᾶι ἀ̣[λί]α̣ι̣, σὺμ̣ ψά[φ]-
οις ℎεκατὸν ὀγδοήκοντ[α]
δυοῖν. τοὺ[ς] ταγοὺς μὴ δέκ̣-
εσθαι μήτε δαρατᾶν γάμε̣-
25 λα̣ μήτε παιδῆ̣ια μή̣τ̣’ [ἀπελ]-
λαῖα̣, αἰ μ̣ὴ τᾶς π̣α̣τ̣ριᾶς ἐπ̣-
αινεούσα̣ς̣ τ̣ᾶς πληθύος ἐ̣-
ξ ἇς κα ἦι. αἰ δ̣έ τί κα πὰρ ν[ό]-
μ̣ον κελεύσωντι, τῶν κελε-
30 υ̣σάντων ὁ κ̣ίνδυνος ἔ̣στ[ω].
τ̣ὰ δ[ὲ] ἀπελ̣λ̣αῖα ἄγεν Ἀπέ[λ]-
λ̣αις, καὶ μ̣ὴ ἄ[λλ]αι [ἁ]μέρα̣[ι]
μήτε ἄγεν τ̣οὺς̣ ἄ̣γο[ν]τας, μ̣-
ήτε τοὺς ταγ[ο]ὺς δέκεσθα-
35 ι. αἰ δέ κα δ̣έξωντα̣ι ἄλλαι
[ἁ]μέραι ἢ̣ Ἀπέλλαις, ἀποτε-
[ι]σάτω ϝέκαστ̣ος δέκα δρα-
χμάς· ὁ δὲ χρ̣ήζων καταγορ-
εῖν τῶν δεξαμένων, ἐπὶ τῶ-
40 ν ℎυστέρων ταγῶν καταγο-
ρείτω ἐν τᾶι ἀλίαι τᾶι με-
[τ]ὰ Βουκάτια, αἴ κ’ ἀμφιλλέ-
γωντι τοὶ ταγοὶ τοὶ δεξά-
μενοι. ἄγεν δὲ τἀπελλαῖα
45 ἀντὶ ϝέτεος καὶ τὰς δαρά-
τας φέρεν. ℎόστις δέ κα μὴ
ἄγηι τἀπελλαῖα ἢ τὰν δαρ-
άταν μὴ φέρηι, ἀμμόνιον κ-
ατθέτω στατῆρα ἐπὶ ϝεκα-
50 τ̣έρωι· τῶι δὲ ℎυστέρωι ϝέ̣-
τ̣ει ἀγέτω τἀπελλαῖα καὶ
τ̣ὰν δαράταν φερέτω· αἰ δέ
κα μὴ ἄγηι, μηκέτι δ̣εκέσθ-
ων ἀμμόνια, ἀλλ’ ἢ ἀ̣<γ>έτω ἀπ̣-
55 ελλαῖα, ἢ ἀποτεισάτω ϝίκ̣-
ατι δραχμάς, ἢ ℎυπογραψ̣ά̣-
μ̣ενος τόκιομ φερέτω· κα̣ὶ
τὰν δαράταν τῶι ℎυστέρω-
ι ϝέτει φερέτω, ἢ ἀποτ[ε]ι̣σ̣-
60         %⁸¹
face B [άτω ․․․․․․15․․․․․․․]
      lacuna
1 ․․․․․․․․18․․․․․․․․
․․․Η․․․․․․14․․․․․․
․ΡΙΑΣΑΙ․․․․11․․․․․
[π]ατριώτα[ς· πάντες δὲ τ]-
5 ο̣ὶ Λαβυάδα[ι ․․․8․․․․]
ς περὶ τᾶν δα[ρατᾶν ἐπι]-
κρινόντων καὶ [Ἀπέλλα]-
ις περὶ τῶν ἀπελ̣[λαίων],
π̣αρεόντες μὴ μείοˉ[ς ℎε]-
10 ν̣ὸς καὶ ℎεκατόν· τὰ[ν δὲ]
ψᾶφον φερόντων ἀνδ[εξ]-
άμενοι ποὶ το͂ Ἀπόλλω[ν]-
ος καὶ τοῦ Ποτειδᾶνος
τοῦ φρατρίου καὶ τοῦ Δ-
15 ιὸς πατρώιου δικαίως
οἰσεῖν κὰτ τὸˉν νόμους
τῶν Δελφῶν· κἠπευχέσθ-
ω δικαίως τὰν ψᾶφον φ[έ]-
ρ̣οντι πόλλ’ ἀγαθὰ τοὺ̣ς
20 [θ]εοὺς διδόμεν, αἰ δὲ ἀ[δ]-
ίκως, τὰ κακά. τοῦτα δὲ τ-
οὶ ταγοὶ ἐπιτελεόντω-
ν καὶ τῶι δεομένωι συν-
αγόντων τοὺς Λαβυάδα-
25 ς̣. αἰ δέ κα μὴ ποιῶντι κὰ-
[τ] τὰ γεγραμμένα ἢ μὴ το-
[ὺ]ς ταγοὺς τὸν ℎόρκον ἐ-
παγάγωντι, ἀποτεισάτ-
[ω] ϝέκαστος ἐπὶ ϝεκατέ-
30 [ρ]ωι δέκα δραχμάς. ℎόστ-
[ι]ς δέ κα μὴ ὀμόσηι, μὴ τα-
γ̣ευέτω. αἰ δέ κ’ ἀνώμοτο-
ς ταγεύηι, πεντήκοντα
δραχμὰς ἀποτεισάτω. v
35 αἰ δέ κα δέξωνται τοὶ τ-
αγοὶ ἢ γάμελα ἢ παιδῆι-
α πὰρ τὰ γράμματα, ἀποτ-
εισάτω πεντήκοντα δρ-
αχμὰς ϝέκαστος τῶν δε-
40 ξαμένων. αἰ δέ κα μὴ ἀπο-
τείσηι, ἄτιμος ἔστω ἐγ
Λαβυαδᾶν καὶ ἐπὶ τούτ-
ωι καὶ ἐπὶ ταῖς ἄλλαις
ζαμίαις ℎέντε κ’ ἀποτε-
45 ί̣σηι· καὶ ℎο͂ κα δέξωντα-
ι ἢ δαράταν ἢ ἀπελλαῖα
πὰρ τὰ γράμματα μὴ ἔστ-
ω Λαβυάδας μηδὲ κοινα-
νείτω τῶν κοινῶν χρημ̣-
50 άτων μηδὲ τῶν θεμάτων̣.
αἰ δέ τίς κα τῶν ταγῶν κ-
αταγορῆι ποιῆσαί τι π̣-
ὰρ τὰ γράμματα, ℎο δὲ ἀν-
τ̣ιφᾶι, τοὶ ταγοὶ ἐν τᾶι
55        vacat
face C [— — — — — — — — —]
1 ․․․․․․․17․․․․․․․․ΑΤ․
[․․․․․13․․․․․․ δικ]άζο[ν]-
[τι μὲν δικαίως? ἐπε]υ̣χέσ[θ]-
[ω πόλλ’ ἀγαθὰ το]ὺ̣ς̣ θεοὺ[ς δ]-
5 [ιδόμεν, αἰ δ’ ἐ]φ̣ιορκέοι κα̣-
[κά. αἰ δέ κα μ]ὴ̣ δικάζηι ℎαι-
[ρεθείς, ἀπ]οτεισάτω πέντ-
[ε δραχμά]ς̣, ἄλλον δ’ ἀνθελό-
[μενοι τ]ὰν δίκαν τελεόντ-
10 [ων. ℎό]σ̣τις δέ κα πὰρ νόμον
[τ]ι̣ ποιέοντα τᾶι δίκαι ℎέ-
ληι, τὸ ℎήμισσον ἐχέτω. το-
ὶ δὲ ταγοὶ τῶι καταγορέο-
ντι τὰν δίκαν ἐπιτελεόν̣-
15 των· αἰ δὲ μή, τὸ διπλο͂ν [ϝ]έκ-
αστος ἀποτεισάτω. ℎόστι-
ς δέ κα ζαμίαν ὀφείληι, ἄτ-
ι̣μος ἔστω ℎέντε κ’ ἀποτεί-
σηι. vv ℎόδ’ ὁ τεθμὸς πὲρ τῶ-
20 ν ἐντοφήιων· μὴ πλέον πέν̣-
τε καὶ τριάκοντα δραχμ[ᾶ]-
ν ἐνθέμεν, μήτε πριάμενο-
ν μήτε ϝοίκω· τὰν δὲ παχεῖ-
α̣ν χλαῖναν φαωτὰν εἶμεν.
25 [α]ἰ δέ τι τούτων παρβάλλο-
[ι]το, ἀποτεισάτω πεντήκο-
ντα δραχμάς, αἴ κα μὴ ἐξομ-
όσηι ἐπὶ τῶι σάματι μὴ πλ-
έον ἐνθέμεν. στρῶμα δὲ ℎὲ-
30 ν ℎυποβαλέτω καὶ ποικεφ-
άλαιον ℎὲν ποτθέτω. τὸν δ-
ὲ νεκρὸν κεκαλυμμένον φ-
ερέτω σιγᾶι κἠν ταῖς στρ-
οφαῖς μὴ καττιθέντων μη-
35 [δ]αμεῖ, μηδ’ ὀτοτυζόντων ἐ-
[χ]θὸς τᾶς ϝοικίας πρίγ κ’ ἐ-
πὶ τὸ σᾶμα ℎίκωντι, τηνεῖ
ΔΕΝΑΤΟΣ ἔστω, ℎέντε κα ℎα
ΘΙΓΑΝΑ ποτθεθῆι. τῶν δὲ π-
40 [ρ]όστα τεθνακότων ἐν τοῖς
σαμάτεσσι μὴ θρηνεῖν μη̣-
δ’ ὀτοτύζεν, ἀλλ’ ἀπίμεν ϝο-
ίκαδε ἕκαστον ἔχθω <ℎ>ομε-
στίων καὶ πατραδελφεῶν̣
45 καὶ πενθερῶν κἠσγόνων [κ]-
αὶ γαμβρῶν. μηδὲ τᾶι ℎυσ[τ]-
εραία<ι> μηδ’ ἐν ταῖς δεκάτ̣[α]-
ις μηδ’ ἐν τοῖς ἐνιαυτοῖ[ς]
[μ]ήτ’ οἰμώζεν μήτ’ ὀτοτύ[ζε]-
50 [ν]. αἰ δέ τι τούτων παρβ-
ά̣λ̣λοιτο τῶν γεγραμ-
μένων  vacat
face D [— — — — — — — — — — —]
1 [․․․7․․․ δρ]α̣χμ̣αν ΚΑΙ̣ΛΕ
[․․․7․․․] θοῖναι δὲ ταίδ-
[ε νόμι]μοι· Ἀπέλλαι καὶ Β-
ουκάτια, ℎηραῖα, Δαιδαφ-
5 [ό]ρια, Ποιτρόπια, Βυσίου
[μην]ὸς τὰν ℎεβδέμαν καὶ
[τ]ὰν ℎενάταν κηὔκλει[α {²⁶Εὔκλεια}²⁶ κ]-
ἀρταμίτια {²⁶Ἀρταμίτια}²⁶ καὶ Λάφρι[α κ]-
αὶ Θεοξένια καὶ Τελχ[ίν]-
10 ια καὶ Διοσκουρῆια, Μεγ̣-
αλάρτια καὶ ℎηράκλει[α],
καἴ κ’ αὐτὸς θύηι ℎιαρῆ[ι]-
ον, καἴ κα λεκχοῖ παρῆι, κ̣-
αἴ κα ξένοι ϝοι παρέωντ-
15 ι ℎιαρῆια θύοντες καἴ κ-
α πενταμαριτεύων τύχη-
ι. αἰ δέ τι τούτων παρβάλ-
λοιτο τῶν γεγραμμένων,
θ̣ωεόντων τοί τε δαμιορ-
20 γοὶ καὶ τοὶ ἄλλοι πάντε-
ς Λαβυάδαι, πρασσόντων
δὲ τοὶ Πεντεκαίδεκα· α[ἰ]
δέ κα ἀμφιλλέγηι τᾶς θω-
ιάσιος, ἐξομόσας τὸν νό-
25 [μιμ]ον ℎόρκον λελύσθω. α-
[ἰ δ’ ἀ]λίαν ποιόντων ἀρχῶ-
[ν ἀ]πείη, ἀποτεισάτω ὀδε-
λόν, καἰ συγχέοι, ἀποτει-
σάτω ὀδελόν. ΤΟΙΑΔΕ κἠμ
30 Φανατεῖ γέγραπται ἐν τ-
ᾶι πέτραι ἔνδω· ΤΑΔΕΙ̣Α[․]
ΟΤΟΣ ἐπέδωκε τᾶι θυγατ-
ρὶ Βουπύγαι· τὰ ℎεμιρρή̣-
νια κἠκ τᾶς δυωδεκαΐδ[ο]-
35 ς χίμαιραν καὶ τἠμ Προν-
αίαν δάρματα καὶ τὰ τῶι
Λυκείωι δάρματα καὶ τὰ-
ν ἀγαίαν μόσχον· πάντων
καὶ ϝιδίων καὶ δαμοσίω-
40 ν τὸμ προθύοντα καὶ προ-
μαντευόμενον παρέχεν
τὰ γεγραμμένα Λαβυάδα-
ις. ταίδε θυσίαι Λαβυαδ-
ᾶν· τὠπελλαίου {²⁶Ἀπελλαίου}²⁶ μηνὸς τῶ-
45 <ι> Διονύσωι, Βουκατίοις
τῶι Δὶ πατρώιωι καὶ τὠπ-
πόλλωνι {²⁶Ἀπόλλωνι}²⁶ τὰν ἀκρόθινα κα-
ὶ συμπιπίσκεν ℎαμεῖ το-
ὺς Λαβυάδας· τὰς δ’ ἄλλας
50 θοίνας κὰτ τὰν ℎώραν {αγ}
ἄγεσθαι.
Search Help
Contact Us