[ ]
Phokis — Delphi — 139/8-122/1 BC — SEG 27.124; BE 1877.238 — Michaud
| 1 | [τύ]χαν ἀ[γαθάν] |
| ἐπεὶ Ἐ[μ]μ̣ενίδας Καλλία ἐπ̣ελθὼν ἐπὶ τὰν ἐκκλησία̣[ν δ]ιελέγη | |
| ὑπὲρ Δίωνα Λαπείθεος Μυανῆ ἃν ἔχει ἐκτένειαν καὶ σπουδὰν ὑπὲρ | |
| τᾶς πόλιος ἁμῶν καὶ διότι εὔχρηστος γίνεται τοῖς ἐντυγχανόν- | |
| 5 | τοις τῶν πολιτᾶν καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν, ἀγαθᾶι τύχαι· δεδό- |
| χθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺν ψάφοις ταῖς ἐν- | |
| νόμοις ἐπαινέσαι Δίωνα Λαπείθεος Μυανῆ καὶ ὑπάρχειν αὐτῶι | |
| καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδι- | |
| κίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό- | |
| 10 | λις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- |
| ταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Γλαύκου, βουλευόντων τὰν πρώ- | |
| ταν ἑξάμηνον Πολίτα τοῦ Ἀσάνδρου, Κλέωνος τοῦ Δαμοσθένεος, | |
| γραμματεύοντος δὲ βουλᾶς Κλεομάντιος τοῦ Ἥρυος. |