[ ] Phokis — Delphi — 139/8-122/1 BC — SEG 27.124; BE 1877.238 — Michaud
1                        [τύ]χαν ἀ[γαθάν]
ἐπεὶ Ἐ[μ]μ̣ενίδας Καλλία ἐπ̣ελθὼν ἐπὶ τὰν ἐκκλησία̣[ν δ]ιελέγη
ὑπὲρ Δίωνα Λαπείθεος Μυανῆ ἃν ἔχει ἐκτένειαν καὶ σπουδὰν ὑπὲρ
τᾶς πόλιος ἁμῶν καὶ διότι εὔχρηστος γίνεται τοῖς ἐντυγχανόν-
5 τοις τῶν πολιτᾶν καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν, ἀγαθᾶι τύχαι· δεδό-
χθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺν ψάφοις ταῖς ἐν-
νόμοις ἐπαινέσαι Δίωνα Λαπείθεος Μυανῆ καὶ ὑπάρχειν αὐτῶι
καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδι-
κίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό-
10 λις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
ταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Γλαύκου, βουλευόντων τὰν πρώ-
ταν ἑξάμηνον Πολίτα τοῦ Ἀσάνδρου, Κλέωνος τοῦ Δαμοσθένεος,
γραμματεύοντος δὲ βουλᾶς Κλεομάντιος τοῦ Ἥρυος.
Search Help
Contact Us