[ ]
Phokis — Delphi — 139/8-122/1 BC — SEG 27.124; BE 1877.238 — Michaud
1 | [τύ]χαν ἀ[γαθάν] |
ἐπεὶ Ἐ[μ]μ̣ενίδας Καλλία ἐπ̣ελθὼν ἐπὶ τὰν ἐκκλησία̣[ν δ]ιελέγη | |
ὑπὲρ Δίωνα Λαπείθεος Μυανῆ ἃν ἔχει ἐκτένειαν καὶ σπουδὰν ὑπὲρ | |
τᾶς πόλιος ἁμῶν καὶ διότι εὔχρηστος γίνεται τοῖς ἐντυγχανόν- | |
5 | τοις τῶν πολιτᾶν καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν, ἀγαθᾶι τύχαι· δεδό- |
χθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺν ψάφοις ταῖς ἐν- | |
νόμοις ἐπαινέσαι Δίωνα Λαπείθεος Μυανῆ καὶ ὑπάρχειν αὐτῶι | |
καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδι- | |
κίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό- | |
10 | λις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- |
ταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Γλαύκου, βουλευόντων τὰν πρώ- | |
ταν ἑξάμηνον Πολίτα τοῦ Ἀσάνδρου, Κλέωνος τοῦ Δαμοσθένεος, | |
γραμματεύοντος δὲ βουλᾶς Κλεομάντιος τοῦ Ἥρυος. |