[ ] Phokis — Delphi — ca. 125 BC — SEG 36.502 — Mulliez
1 ἄρχοντος Ἄγωνος, [μ]ην̣ὸς Θεο[ξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο]
Ξένων Σωσιξένου, σ̣υνευδοκέ[οντος καὶ τοῦ υἱοῦ αὐτοῦ]
Σωσιξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι σῶμα γυναικεῖον],
τὸ γένος ἐνδογενῆ, ἇι ὄνομ[α] Νικώ, τ[ιμᾶς ἀργυρίου μνᾶν — —]
5 καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπ[ίστευσε τῶι θεῶι τὰν ὠνάν],
ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Νικὼ κ[αὶ ἀνέφαπτον ἀπὸ πάντων]
τὸν πάντα βίον· βεβαιωτὴρ κατ[ὰ τοὺς νόμους τᾶς πόλιος]
Ξενόκριτο[ς] Στησιμένεο[ς· εἰ δέ τις ἐφάπτοιτο Νικοῦς]
ἐπὶ καταδου̣λισμῶι, βέβαιον παρε[χόντω τῶι θεῶι τὰν ὠνὰν]
10 ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ε[ἰ δὲ μὴ παρέχοιν, πράκτιμοι]
ἔστωσαν κατὰ τὸν νόμο[ν· ὁμοίως δὲ καὶ οἱ παρατυγ]-
χάνοντες κύριοι ἐόντω συλέ[οντες Νικώ, ὡς ἐλευθέραν ἐοῦ]-
σαν, ἀζάμιοι ἐόντες οἱ συλ[έοντες καὶ ἀνυπόδικοι πάσας]
δίκας καὶ ζαμίας· μάρτυρ[ες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος]
15 Ἄθαμβος Ἁβρομάχου, Π[ατρέας Ἀνδρονίκου, καὶ ἰδιῶται]
Νικίας Βαβύρτα, Ἀμ[— — — — — — — — — — — — — — — — — — —]
Τιμόκριτο[ς] Ἀντιγ[ένεος, — — — — — — —?— — — — — —]
Search Help
Contact Us