[ ] Phokis — Delphi — ca. 125 BC — SEG 36.501 — Mulliez
1 [ἄρχοντ]ος Ἄγ[ων]ος, μ̣ηνὸς Ἡραίου, ἀπέ-
[δοντο Τ]ιμὼ Καλλιδάμου, Νικόδαμος [Στ]ράτω̣[νος]
[τῶι Ἀπ]όλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον,
[ἇι][ν]ομα Νικαρχίς, τ[ι]μᾶς ἀργυρίου μνᾶς, καθὼς
5 ἐπίσ̣τευσε Νικαρχὶς τὰν ὠνὰν τῶι θεῶι,
ὥστε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸν πάντα βίον· βεβαιωτὴρ
κατὰ τὸν νόμον Δαμόστρατος·
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
10 Πατρέας, Ἄθαμβος, ἰδιῶται Φαῖνις,
Τ̣ιμοκλῆς, Σωτύλος.
Search Help
Contact Us