[ ]
Phokis — Delphi — 128/7 BC — SEG 23.330; BE 1968.294 — Peppas-Delmouzou
1 | [στραταγ]έοντος τῶν Φωκέω[ν ․․․․․]ο̣υ Λιλαιέος, μη- |
[νὸς ἑνδε]κάτου, ἐν δὲ Δελφοῖς [ἄρχον]τος Πύρρου, μη- | |
[νὸς Βουκ]ατίου, ἐπὶ τοῖσδε ἀ[πέδ]οντο Τιμοκράτης Τ․- | |
[․․․․ καὶ] Τιμόξενος Τιμοκρ[ά]τεος τῶι Ἀπόλλωνι τῶ[ι] | |
5 | [Πυθίωι σ]ῶμα γυναικεῖον οἰκογενὲς ἇι ὄνομα Σωσιπάτ[ρα], |
[τιμᾶς ἀρ]γυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχο<ν>τι πᾶ- | |
[σαν, καθὼ]ς ἐπίστευσε Σωσιπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐ[φ’] | |
[ὧιτε ἐλ]ευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
[τὸν πάντ]α βίον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν ο[ἷς] | |
10 | [κα θέλῃ. βε]βαιωτὴρ Ἐπίνικος Τιμοκράτεος Λιλαιεὺς κα[τὰ] |
[τὸ σύμβολ]ον. εἰ δέ τίς κα ἐφ[άπ]τηται Σωσιπάτρας, βέβαι[ον] | |
[παρεχόν]τω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Τ[ι]- | |
[μοκράτ]ης καὶ Τιμόξενος καὶ ὁ βεβαιωτὴρ Ἐπίνικος· εἰ δ[έ] | |
[κα μὴ παρ]έχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον· ὁμοί[ως] | |
15 | [δὲ καὶ οἱ πα]ρατυγχάνοντες κύριοι ἐόντω συλέοντες [Σω]- |
[σιπάτρ]αν ὡς ἐλευθέραν ἐ[ο]ῦσαν, [ἀζά]μιοι ὄντες κα[ὶ] | |
[ἀνυπό]δικοι πάσας δίκας κα[ὶ ζαμίας. μ]άρτυροι Ξ[έ]- | |
[νων Πο]λυκράτεος, Ἄσανδρος [Τι]μοκράτεος, Εὐθύ[δα]- | |
[μος ․․․․]δάμου Λιλαιεῖς, Δελφοὶ δὲ οἱ ἱερεῖς τοῦ Ἀπ[όλ]- | |
20 | [λωνος Ἄρ]χων, Ἄθα<μ>βος, ἰδιώτα<ς> Ἀτεισίδας Ξένωνος. |