[ ] Phokis — Delphi — 128/7 BC — SEG 23.330; BE 1968.294 — Peppas-Delmouzou
1 [στραταγ]έοντος τῶν Φωκέω[ν ․․․․․]ο̣υ Λιλαιέος, μη-
[νὸς ἑνδε]κάτου, ἐν δὲ Δελφοῖς [ἄρχον]τος Πύρρου, μη-
[νὸς Βουκ]ατίου, ἐπὶ τοῖσδε ἀ[πέδ]οντο Τιμοκράτης Τ․-
[․․․․ καὶ] Τιμόξενος Τιμοκρ[ά]τεος τῶι Ἀπόλλωνι τῶ[ι]
5 [Πυθίωι σ]ῶμα γυναικεῖον οἰκογενὲς ἇι ὄνομα Σωσιπάτ[ρα],
[τιμᾶς ἀρ]γυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχο<ν>τι πᾶ-
[σαν, καθὼ]ς ἐπίστευσε Σωσιπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐ[φ’]
[ὧιτε ἐλ]ευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
[τὸν πάντ]α βίον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν ο[ἷς]
10 [κα θέλῃ. βε]βαιωτὴρ Ἐπίνικος Τιμοκράτεος Λιλαιεὺς κα[τὰ]
[τὸ σύμβολ]ον. εἰ δέ τίς κα ἐφ[άπ]τηται Σωσιπάτρας, βέβαι[ον]
[παρεχόν]τω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Τ[ι]-
[μοκράτ]ης καὶ Τιμόξενος καὶ ὁ βεβαιωτὴρ Ἐπίνικος· εἰ δ[έ]
[κα μὴ παρ]έχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον· ὁμοί[ως]
15 [δὲ καὶ οἱ πα]ρατυγχάνοντες κύριοι ἐόντω συλέοντες [Σω]-
[σιπάτρ]αν ὡς ἐλευθέραν ἐ[ο]ῦσαν, [ἀζά]μιοι ὄντες κα[ὶ]
[ἀνυπό]δικοι πάσας δίκας κα[ὶ ζαμίας. μ]άρτυροι Ξ[έ]-
[νων Πο]λυκράτεος, Ἄσανδρος [Τι]μοκράτεος, Εὐθύ[δα]-
[μος ․․․․]δάμου Λιλαιεῖς, Δελφοὶ δὲ οἱ ἱερεῖς τοῦ Ἀπ[όλ]-
20 [λωνος Ἄρ]χων, Ἄθα<μ>βος, ἰδιώτα<ς> Ἀτεισίδας Ξένωνος.
Search Help
Contact Us