[ ] Phokis — Delphi — ca. 63/2-51/0 BC — SEG 22.488; BE 65.189 — Bousquet
1 [ἄρχοντος] Ἐμμενίδα τοῦ Τιμολέωνος, μ[η]νὸ[ς]
[μ]αλ[ίου, ἀ]πέδοτο Ἀρχίδαμος Νικοβούλου, συ[ν]ευα-
ρεσστέο[ν]τος αὐτῷ τοῦ τε υἱοῦ Νικοβούλου [καὶ] τᾶ[ς]
θυγα[τ]ρὸς Εὐρ[υ]δί[κ]ας, τῶι Ἀπόλλωνι τῶ[ι Πυθί]ωι σῶ-
5 μα ἀνδρεῖον οἰκογενὲς ὧι ὄνομα Σωσικλ[ῆς, τ]ιμ[ᾶς]
ἀργυρ[ίου] μνᾶν πέντε, καὶ [τὰν τιμ]ὰν ἀπ[έχ]ον[τι πᾶσαν],
κα[θὼς] ἐπίσστε[υ]σε Σωσικ[λῆς] τῶι θ[εῶι] τὰν ὠν[άν],
ὥστε [ἐλ]εύθερ[ον εἶ]μεν καὶ ἀ[ν]έφαπ[τον ἀ]πὸ [π]άν-
των τ[ὸν πά]ντα χ[ρ]όνον. βεβαιωτ[ὴ]ρ κατὰ τ[οὺ]ς νόμ[ους]
10 τᾶς π[όλιος] Πολυτ[ι]μίδας Ἀθάμβου. παρα[μιν]άτω δὲ Σω-
σικλῆ[ς Ἀρχ]ιδάμῳ ἕω[ς κ]α ζῇ Ἀρχί[δα]μο[ς, π]οιῶν τὸ ἐπ[ι]-
τασόμ[ε]νον πᾶν ἀν[ε]πικωλύτως· [εἰ] δ[ὲ] μὴ παραμίναι ἢ [μὴ]
ποέοι τὸ ἐπιτασσόμενον καθὼς γέγ[ρ]α[πται, ἐξ]ουσί[αν]
ἐχέτω Ἀρχίδαμο[ς κ]αὶ ἄλλος ὑπὲρ [Ἀρχίδαμον] ὅν κα Ἀρ[χί]-
15 δαμος θέλῃ ἐπιτιμέων Σωσικλεῖ τρόπωι [ὧ]ι κα θ[έ]λ[ω]ντι·
ἐπεὶ δέ κά τι ἀνθρώπ[ιν]ον γένηται περὶ Ἀρχίδαμον, {ἐξου}-
{σίαν ἐχέτω Η̣} ἀποδότω Σωσικλῆς Νικοβούλω[ι τῶι] υἱῶι Ἀ[ρ]-
[χ]ιδάμου ἀργυρίου μνᾶς πέντε καὶ ἔ[στω] ἐλε[ύθερος κ]αὶ
ἀπολελυμένος τᾶς παραμονᾶς καὶ [μένων κα]ὶ χωρι-
20 ζόμενος ὁπᾷ κα προαιρῆται ․․․․13-15․․․․․ς̣ Σωσι-
κλέος Νικόβουλος ․․․․ΑΓ̣ΕΝ— — — — — — — — — — —
․․ι μαρτύρων μηδ’ ἔχο̣ι τῶν ․․․ΠΛ․․Ν․․ΑΙ ἐλεύθ[ε]-
ρος ἔστω Σωσικλῆς καὶ ἀνέ̣[φ]α̣π̣τ̣ο̣ς̣ τὸν [πάντα] χ̣ρ̣ό̣ν̣ο̣ν̣
[τ]ὸν αὐτὸν τρόπον καθὼς ἐπάνω γέγραπται· εἰ δέ τις ἐφάπτο[ιτο]
25 [Σωσι]κλέος ἐπὶ [κ]αταδου̣λισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ
[τὰν ὠ]νὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι[ω]τήρ, καὶ [ὡ]σαύτως
[κύριο]ς ἔστω καὶ ὁ παρατυχὼν [συλέων] Σωσ[ικλῆ ὡς ἐλεύθερον]
[ὄντα, ἀ]ζάμιος ὢν καὶ ἀνυπόδικος πάσας [δίκας] καὶ ζαμία[ς]. μά[ρ]-
[τ]υροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Λαι[άδας] Βαβ[ύ]-
30 [λ]ου, Νικόστρατος Ἄρχωνος, καὶ ἰδιῶται [Τ]λάσω[ν(?)], Π[ύρρ]ος
[Δ]ρομοκλίδα, Ἁβρόμαχος Ξεναγόρα. τὸ ἀ[ντίγραφ]ον φυλάσσ[οντι]
[τ]ᾶς ὠνᾶς Δελφὸς μὲν Φίλων Στρατάγου, Ἀμ[φι]σ[σεὺ]ς δὲ
Μενίσκος, [ἐν] δὲ Χαλείῳ Εὐάμερος.
Search Help
Contact Us