[ ]
Phokis — Delphi — ca. 63/2-51/0 BC — SEG 22.488; BE 65.189 — Bousquet
1 | [ἄρχοντος] Ἐμμενίδα τοῦ Τιμολέωνος, μ[η]νὸ[ς] |
Ἀ[μ]αλ[ίου, ἀ]πέδοτο Ἀρχίδαμος Νικοβούλου, συ[ν]ευα- | |
ρεσστέο[ν]τος αὐτῷ τοῦ τε υἱοῦ Νικοβούλου [καὶ] τᾶ[ς] | |
θυγα[τ]ρὸς Εὐρ[υ]δί[κ]ας, τῶι Ἀπόλλωνι τῶ[ι Πυθί]ωι σῶ- | |
5 | μα ἀνδρεῖον οἰκογενὲς ὧι ὄνομα Σωσικλ[ῆς, τ]ιμ[ᾶς] |
ἀργυρ[ίου] μνᾶν πέντε, καὶ [τὰν τιμ]ὰν ἀπ[έχ]ον[τι πᾶσαν], | |
κα[θὼς] ἐπίσστε[υ]σε Σωσικ[λῆς] τῶι θ[εῶι] τὰν ὠν[άν], | |
ὥστε [ἐλ]εύθερ[ον εἶ]μεν καὶ ἀ[ν]έφαπ[τον ἀ]πὸ [π]άν- | |
των τ[ὸν πά]ντα χ[ρ]όνον. βεβαιωτ[ὴ]ρ κατὰ τ[οὺ]ς νόμ[ους] | |
10 | τᾶς π[όλιος] Πολυτ[ι]μίδας Ἀθάμβου. παρα[μιν]άτω δὲ Σω- |
σικλῆ[ς Ἀρχ]ιδάμῳ ἕω[ς κ]α ζῇ Ἀρχί[δα]μο[ς, π]οιῶν τὸ ἐπ[ι]- | |
τασόμ[ε]νον πᾶν ἀν[ε]πικωλύτως· [εἰ] δ[ὲ] μὴ παραμίναι ἢ [μὴ] | |
ποέοι τὸ ἐπιτασσόμενον καθὼς γέγ[ρ]α[πται, ἐξ]ουσί[αν] | |
ἐχέτω Ἀρχίδαμο[ς κ]αὶ ἄλλος ὑπὲρ [Ἀρχίδαμον] ὅν κα Ἀρ[χί]- | |
15 | δαμος θέλῃ ἐπιτιμέων Σωσικλεῖ τρόπωι [ὧ]ι κα θ[έ]λ[ω]ντι· |
ἐπεὶ δέ κά τι ἀνθρώπ[ιν]ον γένηται περὶ Ἀρχίδαμον, {ἐξου}- | |
{σίαν ἐχέτω Η̣} ἀποδότω Σωσικλῆς Νικοβούλω[ι τῶι] υἱῶι Ἀ[ρ]- | |
[χ]ιδάμου ἀργυρίου μνᾶς πέντε καὶ ἔ[στω] ἐλε[ύθερος κ]αὶ | |
ἀπολελυμένος τᾶς παραμονᾶς καὶ [μένων κα]ὶ χωρι- | |
20 | ζόμενος ὁπᾷ κα προαιρῆται ․․․․13-15․․․․․ς̣ Σωσι- |
κλέος Νικόβουλος ․․․․ΑΓ̣ΕΝ— — — — — — — — — — — | |
․․ι μαρτύρων μηδ’ ἔχο̣ι τῶν ․․․ΠΛ․․Ν․․ΑΙ ἐλεύθ[ε]- | |
ρος ἔστω Σωσικλῆς καὶ ἀνέ̣[φ]α̣π̣τ̣ο̣ς̣ τὸν [πάντα] χ̣ρ̣ό̣ν̣ο̣ν̣ | |
[τ]ὸν αὐτὸν τρόπον καθὼς ἐπάνω γέγραπται· εἰ δέ τις ἐφάπτο[ιτο] | |
25 | [Σωσι]κλέος ἐπὶ [κ]αταδου̣λισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ |
[τὰν ὠ]νὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι[ω]τήρ, καὶ [ὡ]σαύτως | |
[κύριο]ς ἔστω καὶ ὁ παρατυχὼν [συλέων] Σωσ[ικλῆ ὡς ἐλεύθερον] | |
[ὄντα, ἀ]ζάμιος ὢν καὶ ἀνυπόδικος πάσας [δίκας] καὶ ζαμία[ς]. μά[ρ]- | |
[τ]υροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Λαι[άδας] Βαβ[ύ]- | |
30 | [λ]ου, Νικόστρατος Ἄρχωνος, καὶ ἰδιῶται [Τ]λάσω[ν(?)], Π[ύρρ]ος |
[Δ]ρομοκλίδα, Ἁβρόμαχος Ξεναγόρα. τὸ ἀ[ντίγραφ]ον φυλάσσ[οντι] | |
[τ]ᾶς ὠνᾶς Δελφὸς μὲν Φίλων Στρατάγου, Ἀμ[φι]σ[σεὺ]ς δὲ | |
Μενίσκος, [ἐν] δὲ Χαλείῳ Εὐάμερος. |