[ ]
Phokis — Delphi — 100-50 BC — SEG 18.228; BE 1961.346 — Daux
— — — — — — — — — — — — — — | |
1 | [ὄνομα Ἀφροδ]είσ[ιος, τιμᾶς ἀργυ]- |
[ρίου μν]ᾶν ἕξ, [καὶ τ]ὰν [τιμὰν ἔχον]- | |
[τι πᾶ]σαν. βεβαιω̣τ̣[ὴρ κατὰ τοὺς] | |
νόμους [— — — — —. εἰ δέ] | |
5 | τις ἐφάπτοιτο Ἀφρο[δεισίου ἐπὶ] |
καταδουλισμῶι, βέβαιον [παρεχόν]- | |
τω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀ[πο]- | |
δόμενοι καὶ ὁ βεβαιωτὴρ βεβαιού- | |
τω κατὰ τοὺς νόμους, κύριος δὲ | |
10 | ἔστω καὶ ἄλλος ὁ παρατυχὼν συ- |
λέων Ἀφροδείσιον ἐλεύθε- | |
ρον ὄντα, ἀζάμιος ὢν καὶ ἀνυπό- | |
δικος πάσας δίκας καὶ ζαμίας. | |
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλω- | |
15 | νος τοῦ Πυθίου Αἰακίδας Βαβύ- |
λου, Ξενοκράτης Ἀγησιλάου, | |
ἰδιῶται Βαβύλος Λαιάδα, — — — | |
Διοδώρου, Ἀγάθων — — — — — — |