[ ] Phokis — Delphi — beg. 1st c. BC — SEG 18.190 — Daux
A.1 [ἐπειδὴ ․c.6․․ Με]νάλκεος [Ἀντικυρεὺς, θε]ω[ρ]οδόκος τῶν τε Πυθ[ίων καὶ]
[Σωτηρίων κ]αὶ Θεοξενίων, [εὔνους ὑπ]άρχων διατελεῖ τᾶι πόλει τῶν [Δ]ελφῶ[ν]
[καὶ τῶν πολιτῶ]ν τοῖς [ἐντυγχανόντοις εὔχρη]στον αὐτοσαυτὸν vacat(?)
παρασκευάζει καὶ κοινᾶι καὶ [ἰδίαι πε]ρὶ ὧν κά τις αὐτοῦ τυγχάνῃ [χρείαν ἔχων],
5 ἀγαθᾶι τύχαι ἐπαινέσαι [․c.6․․ Μενάλκεος] Ἀντικυρῆ καὶ ὑπάρχειν αὐτῶι [καὶ ἐκγό]-
νοις παρὰ τᾶς πόλιος [προξενίαν, προμαντείαν], προδικίαν, ἀσυλίαν, ἀτέλ[ειαν, γᾶς]
καὶ οἰκίας ἔγκτησιν, [προεδρίαν ἐν πάντοις τ]οῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι κα[ὶ τἄλλα]
τίμια πάντα ὅσα καὶ το[ῖς ἄλλοις προξένο]ις καὶ εὐεργέταις τᾶς πόλιος ὑπά[ρχει, ἄρ]-
χοντος Δάμωνος, βουλευόντ[ων Φίλωνος, Αἰ]ακίδα, Δαμοκράτεος, Ὀρέστα.
B.1 <εὐνοϊ>κῶς δὲ καὶ ποτὶ τὰν πόλιν, εὔχρηστον αὐ[τοσαυτ]ὸν παρασκευάζων καὶ κατὰ κοινὸν κα[ὶ καθ’ ἰδ]-
ίαν ἐπιδιδοὺς αὐτοσαυτόν vac.
Search Help
Contact Us