[ ]
Phokis — Delphi — ca. mid-2nd c. BC — SEG 18.243 — Bousquet
1 | [․․․ ἐὰν δ]έ τις ἀγάθηι τινὰ παρὰ ταῦτα ἢ λάφυρον κη̣[ρύ]- |
ξ̣ηι κατὰ τούτων τινός, αἵ τε ἀρχαὶ αἱ ἐπὶ τῶν πόλεων κ[ύ]- | |
ριαι ἔστωσαν διακωλύειν τρόπωι ὧι ἂν βούλωνται, καὶ ὁ | |
ἀφαιρούμενος τὸν ἀγόμενον ἰδιώτης ἀζήμιος ἔστω | |
5 | καὶ ἀγέτω ἐπὶ τὴν ἀρχήν, ἡ δὲ ἀρχὴ ἐπικρινάτω κατὰ τὸ δό- |
[γ]μα τῶν Ἀμφικτυόνων· ἐὰν δέ τις π[ό]λις ἢ ἀρχεῖον ἢ ἰδιώ- | |
της πράξηι παρὰ τὸ ψήφισμα τόδε, ἀποτεισάτω τῶι τε θεῶ[ι] | |
χιλίους στατῆρας ἱερούς, καὶ τῶι ἀχθέντι ἢ συληθέντι ἢ [ῥυ]- | |
σ̣ιασθέντι χιλίους στατῆρας· τὴν δὲ πρᾶξι̣[ν] καὶ τὴ̣[ν ἐπιμέ]- | |
10 | [λ]ειαν ὑπὲρ αὐτῶν ποιεῖσθαι τήν τε πό[λιν ἢ τὴ]ν̣ [ἀρχὴν καὶ] |
τοὺς ἱερομνήμονας τοὺς ἀντιτυ[γχάνοντας καὶ τῶν] | |
ἄλλων Ἑλλήνων τὸν βουλόμ̣[ενον. ἐὰν δέ τις πῦρ κατὰ τὴν] | |
[χ]ώραν ἐνάψηι ἢ τὰ ὄρη τῆς̣ [χώρας ἐμπρήσηι, ἀποτεισάτω] | |
χιλίους στατῆρας̣ ΕΜ[․․․․․․․․․c.22․․․․․․․․․ τοὺς] | |
15 | ἱερομνήμονας ἐπι[․․․․․․․․․․․c.27․․․․․․․․․․․․ ἀ]- |
πὸ {²⁷ὑπὸ}²⁷ τοῦ σώματος ΗΜ̣[․․․․․․․․․․․c.27․․․․․․․․․․․․ πα]- | |
ραχρῆμα δικαζ̣[έσθω (?) ․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] | |
․․Σ̣Τ̣#⁷․․․#⁷— — — — — — — — — — — — — — — — — — — — — |