[ ]
Phokis — Delphi — ca. 321 BC — SEG 18.222; BE 71.361 — Bousquet
| A.1 | [σὸν κατά, ἄναξ], ἱερὸν τέμ[εν]ος, κλυτότοξε, συνωρὶς |
| [ἔστεφεν Ἄρχ]ωνος Δελφίδι κρᾶτα δάφναι, | |
| [ὃς Βαβυλῶ]ν̣α ἱερὰν κραῖνεν χθόνα, πολλὰ δὲ δίωι | |
| [σύμ ποτε] Ἀ̣λεξάνδρωι στᾶσε τρόπαια δορός. | |
| 5 | [τοὔνε]κά οἱ μορφὰς γονέων κτίσεν ἠδὲ συναίμων |
| [τά]σδε, κλέος δ’ ἀρετᾶς Πέλλα σύνοιδε πατρίς. | |
| B.1 | [ὦ] μ̣άκα̣ρ̣ εὐκλείας Ἄρχων στέ[φανον δὶς ἐδέξω(?)] |
| Ἴσθμια νικήσας Πύθιά τε ἱππ̣[οσύναι]· | |
| ζηλοῦται δὲ πατὴρ Κλεῖνος κ̣[αὶ πότνια μήτηρ(?)] | |
| Πέλλα τε ἀείμναστον πατρὶς ἔ[χουσα κλέος]. | |
| C.1 | Δελφοὶ ἔδωκαν Συνέσει, Ἄρχων[ι καὶ τοῖς τούτου] |
| ἀδελφοῖς Κλείνου Μακεδόσιν ἐ[κ Πέλλης αὐτο]- | |
| ῖς καὶ ἐκγόνοις προξενίαν, προμ[αντείαν, προεδρ]- | |
| ίαν, ἀτέλειαν, ἀσυλίαν, προδικί[αν, ἐπιτιμάν], | |
| 5 | καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ[ξένοις, ἄρχοντος] |
| [Δαμο]κράτο[υς], βου[λ]ευ[όν]των Μεγ[ακλέους, — — —]. | |
| D.1 | Ἰσοκράτης Κλεί[νου]. |
| E.1 | [Σύν]εσις Κλείνο[υ γυνή(?)]. |