[ ] Phokis — Delphi — ca. 290-280 BC — SEG 18.183 — Bousquet
1   θεοί.
Δελφοὶ ἔδωκ[α]ν Τηλε-
φάνει Τηλέα Φωκεῖ τὰν
πάτριον προξενίαν
5 ἀνανεώσασθαι, καὶ εἶ-
μεν αὐτῶι καὶ ἐκγόνοις
προξενίαν, προεδρίαν,
προμαντείαν, ἀτέλει-
αν, καὶ τἄλλα ὅσα καὶ
10 τοῖς ἄλλοις προξένοις,
ἄρχοντος Ἀρχιδάμου,
βουλευόντων Ἀριστα-
γόρα, Λύσωνος, Κλευ-
μάντιος.   vac.
15  vacat
Search Help
Contact Us