[ ] Phokis — Delphi — ca. 270-260 BC? — SEG 14.398; BE 56.129 — Bousquet — BCH 79.1955.479-482
a.1 [ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Ἀνδρόνικος patronymic ]
Μακ[ε]δ̣ὼ[ν διατελεῖ τά τε ποτὶ τὸν θεὸν καὶ ποὶ τὸ ἱερὸν εὐσεβέων]
καὶ τᾶι π[όλει κοινᾶι καὶ τοῖς ἐντυγχανόν]τ̣οις ἀεὶ καθ’ ἰδ[ίαν]
Δελφῶν φ[ιλανθρώπως χρείμενος, ἀν]αγράψαι Ἀνδρόνι[κον εὐ]-
5 εργέταν τ[οῦ ἱεροῦ καὶ τᾶς πόλιος καὶ] πρόξενον· ὑπάρχε̣[ιν δὲ]
αὐτῶι καὶ τ[οῖς ἐγγόνοις προμαντε]ίαν, προδικίαν, ἀτέ[λειαν]
πάντων, προε[δρίαν ἐν τοῖς ἀγώνοις], ἀσυλίαν, ἀσφάλειαν, κ[αὶ τὰ]
λοιπὰ πάντα ὅ[σα καὶ τοῖς ἄλλοις εὐεργέτ]αις τοῦ ἱεροῦ καὶ τᾶς πόλ[ιος]
δέδοται· ἄρχον[τος Ἐπικράτεος, βουλ]ευόντων Ὀρέστα, Κα̣[λλικράτεος]
10 Κλέωνος. vac.
b.11 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπ[ειδὴ Νίκανδ]ρος Νικηράτου Ἐπιδαύριο[ς]
διατελεῖ τά τ[ε] ποτὶ τὸν θεὸν καὶ π[οὶ τὸ ἱερὸν εὐσεβέ]ων, καὶ τᾶι πόλει κοινᾶι κα[ὶ τοῖς]
ἐντυγχανόντοι[ς] ἀεὶ καθ’ ἰδίαν Δε[λφῶν φιλανθρ]ώπως χρείμενος, ἀνγρά]-
ψαι Νίκανδρον εὐε[ργ]έταν τοῦ ἱ[εροῦ καὶ τᾶς πόλιος] καὶ πρόξενον· ὑπ[άρχειν]
15 δ’ αὐτῶι καὶ τοῖς ἐγγόνοις προμ[αντείαν, προδικίαν, ἀτ]έ̣λ̣[ε]ιαν πά[ντων, προ]-
εδρίαν ἐν τοῖς ἀγώνοις, ἀσυλία[ν, ἀσφάλειαν, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις]
εὐεργέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλι[ος δέδοται· ἄρχοντος Ἐπικράτεος],
βουλευόντων Ὀρέστα, Καλλι[κ]ράτ[εος, Κλέωνος, (Ἀτεισίδα, Ἀχαιμένεος)],
c.19                      θε[οί].
20 Δελφοὶ ἔδωκαν Σάννωι Ἀντα[— — — ethnic, αὐτῶι καὶ ἐκγόνοις],
προξενίαν, πρ[ο]μαντείαν, προε[δρίαν, προδικίαν, ἀσυλίαν],
ἀτέλειαν, καὶ τἆλλα ὅσα καὶ τ[οῖς ἄλλοις προξένοις καὶ εὐεργέ]-
ταις, ἄρχοντος Ἐπικράτεος, βο[υλευόντων Ὀρέστα, Καλλικράτεος],
Κλέωνος, [Ἀτ]εισίδα, Ἀχ[α]ι̣μένε̣[ος].
Search Help
Contact Us