[ ] Phokis — Delphi — end 1st c. BC — FD 2:[TAttal]p77-115; SEG12.251 — Dunant
1 [ἄρχοντος Νικοστράτου τοῦ Ἐπινίκου, μηνὸς — — — — — —, βουλ]ευόντων Φιλονείκου τοῦ Νικί[α],
[Λαμένους τοῦ Εὐκράτους, ἀπέδοτο Ἡράκλεα — — — — — — — — — ἐ]π’ ἐλευθερίᾳ τῷ Ἀπόλλωνι τῷ
[Πυθίῳ κοράσιον ᾇ ὄνομα Ὠφελίμα τιμᾶς ἀργυρίου μνᾶν — — — — —, καὶ τ]ὰν τιμὰν ἀπέχω πᾶσαν, καθὼς
[ἐπίστευσε Ὠφελίμα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν] κ̣αὶ ἀνέφαπτον ἀπὸ πάντων̣ [τ]ὸ̣ν
5 [πάντα χρόνον, μηδενὶ μηδὲν ποθήκουσαν κατὰ μηδ]ένα [τ]ρ̣όπον· εἰ δέ τις ἐφάπτοιτο [Ὠφε]-
[λίμας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ] καὶ τᾷ πεπιστευκούσᾳ τὰν ὠνὰν καὶ ὁ [βε]-
[βαιωτήρ, καὶ ἄλλος ὁ παρατυχὼν ἐν ἐλευθερίαν ἀφαιρε]ίμενος κύριος ἔστωι, ἀζάμιοι ὄντες καὶ [ἀνυ]-
[πόδικοι πάσας δίκας καὶ ζαμίας· βεβαιωτ]ὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Λαιάδας ․․
[— — — — — —· παραμεινάτω δὲ Ὠφελίμα Ἡρακλέᾳ τ]ὸν τᾶς ζωᾶς χρόνον πᾶν ποιοῦσα τὸ ἐπιτα̣[σ]-
10 [σόμενον· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Ἡράκλεα] ἐπιτειμέουσα τρόπῳ ᾧ κα θέλῃ· ε[ἰ] δέ τ[ι]
[γενηθείη περὶ Ἡράκλεαν ἀνθρώπινον, ἀπολε]λ̣υμένον ἔστωι τὸ προγεγραμμένον κ̣ορ̣ά-
[σιον τᾶς παραμονᾶς καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν] πάντα χρόνον, μηδενὶ μηθὲν ποθῆκο[ν]
[κατὰ μηδένα τρόπον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ] Ἀπόλλωνος Διόδωρος Φιλονείκου, [Δ]μ̣-
[ων Πολεμάρχου, Διονύσιος Ἀστοξένου, καὶ ἰ]διῶται Μελισσίων̣ Δι̣ο̣νυσίου, Ξ̣ενα̣-
15 [γόρας — — — — — — — — — — — — — — — — Ἐ]πιγένους.
Search Help
Contact Us