[ ] Phokis — Delphi — 1st c. AD — SEG 12.255; BE 53.95[3] — Dunant
1      τύχᾳ           ἀγαθ[ᾷ].
ἄρχοντος Λαιάδα τοῦ Με̣[λισσί]ωνος, μηνὸς Ἡραίο[υ], βουλευόντων [δὲ] Λυσιμάχου τοῦ Νι[κ]άνορος
καὶ Εὐκλέους τοῦ Εὐάνδ[ρου, ἀπ]έδοτο Κλεὼ τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ ὄνομα
Ὀνασίφορον, τειμᾶς ἀρ[γυρ]ίου μνῶν πέντε, καθὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν Ὀνασίφορον,
5 ἐφ̣’ ᾧ̣ ἐ̣λ̣ευθέραν τε εἶμεν [καὶ ἀνέφ]α̣πτον ἀπὸ πά̣ντων τὸν πάντ̣α χρόνον. [καθέσ]τακα δὲ καὶ βεβαι[ω]-
τῆρα κατὰ τοὺς νόμο̣υ[ς τᾶ]ς π̣όλιος Δάμωνα Πολεμάρχου. εἰ δέ τις ἐ̣φ[άπτ]οι̣το Ὀνασιφόρου ἐπ[ὶ]
καταδο<υ>λισμῷ, βέβαιον πα[ρεχόν]τω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος [κ]αὶ ὁ βεβαιωτὴρ βέβαι-
[ο]ν· ὁμοίως δὲ καὶ ὁ παρ[ατ]υ̣χ[ὼ]ν κύριος ἔστω συλέων Ὀνασίφορον εἰ[ς ἐλευθ]ερίαν ἀζάμιος ὢ̣ν̣
καὶ ἀνυπόδικος πάσας δίκα̣ς̣ καὶ ζαμίας. παραμεινάτω δὲ τὸν τᾶς [ζω]ᾶ̣ς χρόνον τᾷ θρεψά-
10 σᾳ Ὀνασίφορον κα[ὶ] πα[ραθρεψά]τω ἑκάστῳ τῶν υἱῶν βρέφος διετέ̣ς̣. τίθεμαι τᾶς ὠν[ᾶ]ς κ[αὶ]
[τὸ] ἀν̣[τ]γ̣[ρ]αφον εἰς [τὰ δημόσια τᾶ]ς πόλ̣ε̣ως γράματα (sic) διὰ τοῦ γραμματέος Λέωνος τ̣οῦ Νει-
κάνο̣ρος. χεὶρ Δάμω̣ν̣ος τοῦ Πολ̣εμάρχου. γέγονα βεβαιωτὴρ κατασταθεὶς ὑπὸ Κ̣λ̣ε̣ῶς τῆς Κ․․․․․
․․ ἐπὶ τ̣ᾶς προγεγρα[μμένας ὠνᾶς, συνευ]αρεστούντων καὶ τῶν υἱῶν α̣ὐ̣[τᾶς — — — — — — —]
Search Help
Contact Us