[ ] Phokis — Delphi — Daux
1 ἀγαθᾶι τύχαι
ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν ἑξά-
μηνον Ἀριστοβούλου, Τίμωνος, Δαμοστράτου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀ-
γορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις · ἐπεὶ Ἀθανάδας Ζωπύρου Ῥηγῖνος κιθαρωιδὸς παρα-
5 γενόμενος ἐπὶ τῶι ἀγῶνι τῶν Σωτηρίων ἀγωνίξατο ἁμέρας δύο, ἐπαιτηθεὶς δὲ καὶ ὑ[πὸ]
[τ]ο[ῦ] δ[ά]μο[υ] ἁμέραν ἐπέδω̣κε τῶι θεῶι καὶ τᾶι πόλει καὶ εὐδοκίμησεν τῶι ἀγῶνι ἀξίως το[ῦ]
[τε θε]οῦ καὶ τᾶς πόλιος τᾶ̣ς̣ [Ῥηγίνω]ν καὶ τᾶς ἁμετέρας πόλιος ἔν τε τᾶι ἐπιδαμίαι ἀνε-
στράφη καλῶς καὶ εὐσ̣χῃμόνως· ἀγαθᾶι τύχαι· ἐπαινέσαι Ἀθανάδαν Ζωπύρου Ρηγῖ-
νον ἐπὶ τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ ὁσιότατι καὶ ἐπὶ τᾶι προαιρέσει ἃν ἔχων περὶ τὰν [τέ]-
1 [χ]ναν διατελεῖ ἀξίως τοῦ τε θεοῦ καὶ τᾶς τῶν Ῥηγίνων πόλιος καὶ τᾶς ἁμετέρας δεδόσθαι
δὲ αὐτῶι καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλί[αν],
[ἀ]τέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα τίμια πάν[τα]
[ὅ]σα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ [αὐ]-
5 [τὸ]ν καὶ ἐν τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑστίαν· ἀναγράψαι δὲ τοὺς ἄρχοντ[ας]
15 τὸ ψάφισμα ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ· ἀποστεῖλαι δὲ καὶ [πο]-
τὶ τὸν δᾶμον τὸ̣ν Ῥηγίνων ὅ[πω]ς εἰδῶντι τὰ δεδογμένα τᾶι πόλει τῶν
[Δ]ε̣λ̣φῶν.
Search Help
Contact Us