[ ]
Phokis — Delphi — Daux
| 1 | ἀγαθᾶι τύχαι |
| ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν ἑξά- | |
| μηνον Ἀριστοβούλου, Τίμωνος, Δαμοστράτου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀ- | |
| γορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις · ἐπεὶ Ἀθανάδας Ζωπύρου Ῥηγῖνος κιθαρωιδὸς παρα- | |
| 5 | γενόμενος ἐπὶ τῶι ἀγῶνι τῶν Σωτηρίων ἀγωνίξατο ἁμέρας δύο, ἐπαιτηθεὶς δὲ καὶ ὑ[πὸ] |
| [τ]ο[ῦ] δ[ά]μο[υ] ἁμέραν ἐπέδω̣κε τῶι θεῶι καὶ τᾶι πόλει καὶ εὐδοκίμησεν τῶι ἀγῶνι ἀξίως το[ῦ] | |
| [τε θε]οῦ καὶ τᾶς πόλιος τᾶ̣ς̣ [Ῥηγίνω]ν καὶ τᾶς ἁμετέρας πόλιος ἔν τε τᾶι ἐπιδαμίαι ἀνε- | |
| στράφη καλῶς καὶ εὐσ̣χῃμόνως· ἀγαθᾶι τύχαι· ἐπαινέσαι Ἀθανάδαν Ζωπύρου Ρηγῖ- | |
| νον ἐπὶ τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ ὁσιότατι καὶ ἐπὶ τᾶι προαιρέσει ἃν ἔχων περὶ τὰν [τέ]- | |
| 10 | [χ]ναν διατελεῖ ἀξίως τοῦ τε θεοῦ καὶ τᾶς τῶν Ῥηγίνων πόλιος καὶ τᾶς ἁμετέρας δεδόσθαι |
| δὲ αὐτῶι καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλί[αν], | |
| [ἀ]τέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα τίμια πάν[τα] | |
| [ὅ]σα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ [αὐ]- | |
| [τὸ]ν καὶ ἐν τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑστίαν· ἀναγράψαι δὲ τοὺς ἄρχοντ[ας] | |
| 15 | τὸ ψάφισμα ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ· ἀποστεῖλαι δὲ καὶ [πο]- |
| τὶ τὸν δᾶμον τὸ̣ν Ῥηγίνων ὅ[πω]ς εἰδῶντι τὰ δεδογμένα τᾶι πόλει τῶν | |
| [Δ]ε̣λ̣φῶν. |