BCH 70 (1946) 247,1
[ ] Phokis — Delphi — 53-38 BC — BE 1948.92[1] — Jannoray
1 [ἐπ]ειδὴ Ἱερώνυμος, Ἱερ[ων]ύμου ὑός, ΜΥ[․4-8․․, Σμυρναῖ]-
[ος], εὔνους ὑπάρχων διατελεῖ τᾷ τε π̣όλ[ει καὶ τοῖς ἐντυνχανόν]-
τοις αὐτῷ τῶν πολειτᾶν ἐν οἷς κά τις̣ αὐτο[ῦ τυνχάνῃ χρείαν ἔχων]
[συ]ν̣επιδίδους αὐτοσαυτὸν ἐπὶ τὰ πα̣ρ[α]καλ[είμενα ἀπροφασίστως ἀεί]
5 [τ]ινο[ς] ἀγαθοῦ παραίτιος γινόμενος καὶ κατὰ κ̣ο[ινὸν καὶ ἰδιᾷ τοῖς]
[ἐντυ]νχανόντοις αὐτῷ τῶν πολειτᾶν, σ̣πο[υδᾶς καὶ φιλοτιμίας]
[οὐθὲν] ἐνλείπων · ὅπ̣ως οὖν καὶ ἁ πόλις ἁμῶν [φα]ίνητ[αι τιμέουσα τοὺς]
[ἀξίους τ]ῶν ἀνδρῶν καὶ εὐεργετεῖν̣ αὐτοσαυτ[ὰ]ν̣ [προαιρειμένους· δέδοχ]-
[θαι τ]ᾷ πόλει τῶν Δελφῶν· ἐπαινέσαι Ἱερώνυμον Ἱε[ρωνύμου ὑὸν Μυ— — —]
10 [․․․], Σμυρναῖον, καὶ δέδοσθαι αὐτῷ τε καὶ ἐκγόν[οις παρὰ τᾶς πόλιος προ]-
[ξε]νίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀ[τ]έλ[ειαν, προεδρίαν ἐμ πᾶσι]
[τοῖ]ς ἀγώνοις οἷς ἁ πόλις τίθ[η]τ[ι] κ̣αὶ τὰ ἄλλα [τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις]
[πρ]οξένοις καὶ εὐ̣εργέταις τᾶς πόλιος ὑπάρχει· ἄρ[χοντος Εὐκλείδα τοῦ Αἰα]-
[κίδ]α· βουλευόντων Ἐράτωνος τοῦ Κλέωνος, Βαβύλο̣[υ τοῦ Λαίαδα, Σωτύλου
15 [τοῦ Σ]ω[σ]τράτου. vac.
Search Help
Contact Us