[ ]
Phokis — Delphi — mid-2nd c. BC — SEG 18.225; BCH 83.1959.47,12 — Daux
1 | [ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς — — —, βουλευό]ντ[ων] τὰν πρώταν ἑξάμηνον Ἀλκίνου, |
[Μνασιθέου, γραμματευόντος δὲ Ὑβρία, ἐπὶ τοῖσ]δε ἀπέδοτο Δαμότιμος Ἀνδρονίκου Δελ- | |
[φός, συνευδοκέοντος — — —], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
[ον κοράσιον ὧι ὄνομα Ἀρίστα τὸ γένος οἰκογεν]ῆ, τιμᾶς ἀργυρίου μνᾶν ἑπτὰ καὶ τὰν τιμ[ὰν] | |
5 | [ἔχει πᾶσ]αν, [καθὼς ἐπίστευσεν Ἀ]ρίστα τῶι θεῶι [τ]ὰν ὠνάν, ἐφ’ ὧιτε [ἐλευ]θ[έ]- |
[ραν εἶμεν] καὶ ἀ[ν]έφαπτον ἀπὸ πάντων τὸν πάντα χ[ρ]όνον, ποιέ[ουσα ὅ κα θέλῃ] | |
[καὶ ἀπο]τρέχο[υ]σα οἷς κ[α θέλῃ. βεβαιωτὴρ κατὰ τ]οὺς [νόμ]ους [τᾶς πόλι]- | |
[ος Πατρ]έας Ἀνδρονίκου. [εἰ δέ τις ἅπτοιτο Ἀρίστας ἐπὶ κατα]δου[λισμῶι, βέ]- | |
[βαιο]ν παρεχόντω τῶι θεῶι τὰν ὠ[νὰν ὅ τε ἀποδόμενος Δαμότι]- | |
10 | [μος] καὶ ὁ βεβαιωτὴρ Πατρέας. εἰ δ[ὲ μὴ παρέχοιν βέβαιον τῶι] |
[θε]ῶι τὰν [ὠ]νάν, πράκτιμοι ἐόν[των κατὰ τὸν νόμον, καὶ οἱ παρατυγχάνοντες] | |
κύριοι ἐόντων συλέοντες Ἀ[ρίσταν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ἐόντες πάσας] | |
δ[ί]κας καὶ ζαμίας. μάρτυροι το[ὶ ἱερεῖς Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀλκῖνος], | |
[Μ]νασίθεος, Ὑβρίας καὶ ἰδι[ῶται — — — — — — — —]. |