[ ] Phokis — Delphi — 146/5 or 145/4 BC — Daux
1 [ἄρχοντος Εὐχαρίδα, μη]ν̣[ὸς] Βουκατ̣ί̣[ου],
ἐπὶ τοῖσδε ἀπέδο[το] Ἀστ[ίας — — — — τῶι] Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀν[δρεῖ]ον παιδά[ριο]ν ὧι ὄνομα [Μέ]-
[ναν]δρος καὶ γυναικεῖον [κορί]διον ἇι ὄνομα Γλαφύρα, τιμᾶς ἀργυ-
5 [RI/OU M]NA=N E(\C, KAI\ TA\N TIMA\N E)/XEI [PA=SAN], K?A?Q?W\S E)P[I/]STEUSE *ME/NA[N]-
[δρος κ]αὶ Γλαφύρα τῶι θεῶι τὰν ὠνὰν [ἐ]φ’ ὧιτε ἐλεύθερο[ι] εἶμεν καὶ ἀ-
[νέφ]απτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέοντες ὅ κα θέλωντι.
βεβαιωτῆρε[ς] κατὰ τὸν νόμον τᾶς πόλιος Ἵππων Ἀθανίωνος,
Φιλόδαμος Χάρητος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Μενάνδρου
10 καὶ Γλαφύρας, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενο[ς]
[Ἀστ]ίας καὶ οἱ βεβαιωτῆρες Ἵππων καὶ Φιλόδαμος. εἰ δὲ μὴ [παρέ]-
[χοιε]ν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
[λ]έον[τ]ες Μένανδρον καὶ Γλαφύραν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐό[ντες]
15 [καὶ] ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Μέν[ανδρος]
πα[ρὰ] Ἀστίαν ἄχρι οὗ κα ζώ[ηι] Ἀστίας, ποιέων τὸ ποτιτασσόμε[νον]
πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ κα μὴ παραμείνῃ ἢ μὴ πο[ιῇ] τὸ ποτ[ι]-
[τα]σσ[όμε]νον καθὼς γέγραπται, κύριος ἔστω Ἀστίας ἐπιτιμέων τρό[πωι]
[ὧ]ι κα αὐτὸς θέλῃ, πλὰν μὴ πωλέων. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [Πρα]-
20 [ξ]ίας, Ἀνδρόνικος, καὶ οἱ ἄρχοντες Πασίων, Τιμοκλῆς, Βαβύλος καὶ ἰ[διῶ]-
[ται], [․3-4․]τ[․]ς, Ἀστόξενος, Διονύσιος Ἀσάνδρου, Καλλίας, Φίλαγρος Διοδώ[ρου],
[— — —]όκριτος.
Search Help
Contact Us