[ ]
Phokis — Delphi — 153/2-144/3 BC — BE 1943.33 — Amandry
1 | ἄρχοντος ἐν Δελφοῖς Βαβύλου, μηνὸς Ἀμαλ[ί]ου, ἀπέδοτο Ζώπυρος Ἀριστάρχου Δελφός, συνευδοκέοντος καὶ |
τοῦ υἱοῦ Ἀριστάρχου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Θεύφιλος, τὸ γένος Καππάδοκα, τιμᾶ[ς] | |
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες Σώστρατος Σωτύλου, Ἐμμενίδας Καλ- | |
λία· καθὼς ἐπίστευσε Θεύφιλος τῶι θεῶι τὰν ὠνάν. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀ[π]όλλωνος Πραξία[ς], | |
5 | Ἀνδρόνικος, καὶ οἱ ἄρχοντες Ἰατάδας, Ἁγίων Κλευδάμου, ἰδιῶται Ἀντιγένης Δι- |
οδώρου, Ἐμμενίδας Δεξικράτεος, Πυρρίας Πολυδαίτα | |
Βωμι̣εύς, Τιμοκλῆς Πολύωνος, Μεγάρτας, Μέν̣ης. |