[ ]
Phokis — Delphi — 153/2-144/3 BC — Amandry
1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ποιτροπίου, βουλευόντων |
τὰν πρώταν ἑ[ξ]άμηνον Ἀλκίνου, Μνασιθέου, γραμματεύον- | |
τος δὲ Ὑβρία, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔκλεα Ξενοκράτεος, συνευ- | |
δοκέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Βαβύλου καὶ τοῦ ἀνδρὸς | |
5 | Σωκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- |
κεῖον ἇι ὄνομα Κασταλία καὶ τὸν υἱὸν αὐτᾶς Σωσι- | |
κράτη, τιμᾶς ἀργυρίου μνᾶν ἑπτὰ καὶ ἡμιμναίου, καὶ τὰν | |
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κασταλία καὶ Σω- | |
σικράτης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ- | |
10 | μεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον- |
τες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλων- | |
τι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος | |
Ξενέας Βαβύλου, Βαβύλος Αἰακίδα. εἰ δέ τ[ι]ς ἅπτοι- | |
το Κασταλίας ἢ Σωσικράτεος ἐπὶ καταδουλισ- | |
15 | μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν |
ἅ τε ἀποδομένα Εὔκλεια καὶ οἱ βεβαιωτῆ- | |
ρες Ξενέας, Βαβύλος. εἰ δὲ μὴ παρέχοιν βέβαι- | |
ο̣ν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ | |
τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα- | |
20 | τυγχάνοντες κύριοι ἐόντων συλέ- |
οντες Κασσταλίαν καὶ Σωσικράτη | |
ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἔοντες | |
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
τυροι Μένης, Δάμων Ξενοστράτου, Βαβύ- | |
25 | λος Αἰακίδα, Τιμόκριτος, Βαβύλος Ἀνδρομέ- |
νεος, Ξενέας, Ξενοκράτης Θευκύδεος. |