[ ] Phokis — Delphi — 153/2-144/3 BC — Amandry
1 ἄρχοντος Σωξένου, μηνὸς Βου-
κατίου, βουλευόντων τὰν πρώ-
ταν ἑξάμηνον Ἁγίωνος τοῦ
Ἐκεφύλου, Διονυσίου τοῦ Ἀ-
5 σάνδρου, Ἀθάμβου τοῦ Ἀθανί-
ωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Κρα-
τὼ Μεσατέος, συνευδοκέον-
τος καὶ τοῦ υἱοῦ Μεσατέος καὶ
τῶν τοῦ υἱοῦ παιδαρίων Ἐράτω-
10 νος καὶ Ἀρισταγόρα τῶν Νικάρχου,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἆι ὄνομα Δαντώ, τὸ γένος οἰκογε-
νῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔ-
χει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους Μνασίθεος Δι-
15 οδώρου· καθὼς αὐτὰ ἐπίστευσε Δαντὼ τὰν ὠνὰν τῶι
θεῶι· ἐφ’ ὅτωιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν
πάντα χρόνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα
οἷς κα θέλη.  εἰ δέ τις ἐφάπτοιτο Δαντοῦς ἐπὶ καταδου-
λισμῶι, κύριος ἔστω ὁ παρεντυχὼν συλέων ὡς ἐλευ-
20 θέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας
δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θε-
ῶι. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας Εὐδό-
κου, Ἀνδρόνικος Φρικίδα, καὶ οἱ ἄρχοντες Ἁγίων Ἐκε-
φύλου, Διονύσιος Ἀσάνδρου, Ἄθαμβος Ἀθανίωνος,
25 Δίων Ἐπισθένεος, Ἰατάδας Πάτρωνος,
Καλλείδας Εὐκλείδα, Ἀθανίων Ἀρίστωνος, Μεσα-
τεύς.
Search Help