[ ] Phokis — Delphi — Daux
1 [ἐπειδὴ Δέκμο]ς Ἰούνιος Δέκμου υἱ-
[ὸς Ρωμαῖος, ἀνὴρ] καλὸς καὶ ἀγαθός, ῥή-
[τωρ, ἐπιδα]μ̣ήσας εἰς τὰν πόλιν
[ἁμῶν, ἐποιήσ]ατο τάν τε παρεπιδα-
5 [μίαν καὶ ἀνασ]τροφὰν ἀξί[α]. τοῦ τε
[αὐτοσαυτοῦ δ]μου κα[ὶ τᾶς ἁ]μετέ-
[ρας πόλιος καὶ] ἀ̣ποκαθή[μενος] ἐν τῶι
[γυμνασίωι] ἀκροάσε[ις ποιε]ίμενο[ς]
[πλείονας εὐ]δοκίμ[ησε· ἐπὶ ο]ὖν τού-
10 [τοις· δεδόχ]θαι τᾶι [πόλει] τῶν Δελ-
[φῶν· ἐπαινέ]σαι Δέκμ̣ον Ἰούνιον·
[δεδόσθαι δὲ] αὐτῶι τε [κα]ὶ ἐγγόνοις
[προξενίαν, π]ρομαντείαν, προδικί[αν],
[ἀσυλίαν, ἀτ]έλειαν, προεδρίαν ἐ̣[μ]
15 [πᾶσι τοῖς ἀγώ]νοις οἷς ἁ πόλις τί[θητι]
[καὶ γᾶς καὶ οἰ]κίας ἔν[κτησιν καὶ]
[τἄλλα τίμια ὅ]σα καὶ το[ῖς ἄλλοις προξέ]-
[νοις καὶ εὐεργέ]ταις τ[ᾶς πόλιος].
Search Help
Contact Us