[ ] Phokis — Delphi — 100-50 BC — SEG 13.361; BCH 78:1954:69 — Robert
1 [ἐπεὶ Ἐ]μμενίδας̣ [τοῦ δεῖνος καὶ ὁ δεῖνα τοῦ δεῖνος ἐπ]ελθόντε[ς ἐπὶ]
[τὰν ἐκ]κλησίαν διε̣[λέγησαν ὑπὲρ Ἀσ]κληπιοδώρου τοῦ
[Κλείτ]ου Κορωνέος δ̣[ιότι ἐκτενὴς ὢ]ν διατελεῖ τᾶι πόλει
[κοινᾶ]ι καὶ κατ’ ἰδίαν ἀε̣[ὶ τοῖς ἐντυγ]χανόντοις τῶν πολιτᾶν
5 [εὔχ]ρηστον αὑτὸν παρε[ίσχηται] ἀπροφασίστως μετὰ πά-
[σ]α̣ς σπουδᾶς τε καὶ φιλοτ[ιμίας, ἐν]δαμήσας δὲ καὶ ἐν Δελφοὺς
[τ]άν τε παρεπιδαμίαν κα[ὶ τὰν ἀνασ]τροφὰν πεποίηται πρέπουσαν
α̣ὐτοσαυτῷ τε καὶ τᾶι πόλ[ει τ]ῶν Δελφῶν, ἐν δὲ τῶι ἐπιταδεύμα-
τι ὧι μεταχειρίζεται ἀν̣εστράφη καλῶς, εὐδοκιμῶν τε πολλοῖς
10 γέγονεν σωτηρίας παρα[ίτ]ιος· ἀγαθᾶι τύχαι· ἄρχοντος Ἐμμενίδα,
μηνὸς Βοαθοίου τετράδι, [ἐ]ν ἐννόμωι ἐκκλησίαι· βουλευόντων Κλ̣εο-
δάμου, Αἰακίδα, Μέντορος, Δίωνος· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπαι-
νέσαι Ἀσκληπιόδωρον Κ[λ]είτου Κορωνῆ 〚— — — — rasura — — — —〛
〚— — — — — — — — rasura — — — — — — — —〛 καὶ δεδόσθαι αὐτῶι
15 τε καὶ ἐκγόνοις προξε[νί]αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀ-
τέλειαν, προεδρίαν ἐμ̣ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι· ὅπως
δὲ καὶ Κορωνεῖς ἐπιγν̣ῶντι τὰς ἐψαφισμένας Ἀσκληπιοδώρωι τῶ[ι]
[πο]λίται αὐτῶν δωρεάς, διαπέμψαι τὸ ψάφισμα ἐν Κορώνειαν καὶ [παρα]-
[κα]λέσαι τὸν δᾶμον ἀναγράψαι τᾶς πόλιος ἐν τὸν ἐπιφανέστατον [τόπον]·
20 [ἀνα]γράψαι δὲ τὸ ψάφισμα [κ]αὶ παρ’ ἁμὲ τοὺς ἐπιδαμιουργοὺς ἐν τῶ[ι ἱερῶι τοῦ]
[Ἀπόλλω]νος τοῦ Πυθίου ἐν τ̣ῶι ἐπιφανεστάτωι τόπωι.
Search Help
Contact Us