[ ] Phokis — Delphi — undated — SEG 13.361 — Robert
1 [ἐπειδὴ ὁ δεῖνα τοῦ δεῖνος καὶ ὁ δεῖνα τοῦ δεῖνος ἐπ]ελθόντε[ς]
[ἐπὶ τὰν ἐκκλησίαν διελέγησαν ὑπὲρ Ἀσ]κληπιοδώρου τοῦ vac.
[Κλείτου Κορωνέος διότι ἐκτενὴς ὢ]ν διατελεῖ τᾶι πόλει vac.
[τῶν Δελφῶν καὶ κατ’ ἰδίαν τοῖς ἐντυγ]χανόντοις τῶν πολιτᾶν
5 [ἐπιδιδοὺς αὑτὸν ἐν τὰ παρακαλειμένα] ἀπροφασίστως μετὰ πά-
[σας προθυμίας συμποτιγενόμενος, ἐπι]δάμησας δὲ καὶ ἐν Δελφοὺς
[τάν τε ἐπιδαμίαν καὶ τὰν ἀνασ]τροφὰν πεποίηται πρέπουσαν
[τᾶι τε πατρίδι καὶ τᾶι πόλει τ]ῶν Δελφῶν, ἐν δὲ τῶι ἐπιταδεύμα-
[τι τοῖς πολίταις συναν]εστράφη καλῶς, εὐδοκιμῶν τε πολλοῖς
10 [ἐβοήθησεν ἀξίως τᾶς πόλ]ιος· ἀγαθᾶι τύχαι· ἄρχοντος Ἐμμενίδα,
[τοῦ  Τιμολέωνος· ἐ]ν ἐννόμωι ἐκκλησίαι· βουλευόντων Κλεο-
[ξενίδα, Νικάνδρου], Δίωνος· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπαι-
[νέσαι Ἀσκληπιόδωρον Κλ]είτου Κορωνῆ 〚— — — — rasura — — — —〛
〚— — — — — — — — rasura — — — — — — — —〛 καὶ δεδόσθαι αὐτῶι
15 [καὶ ἐγγόνοις προξενί]αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀ-
[τέλειαν, προεδρίαν ἐμ] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι· ὅπως
[δὲ καὶ Κορωνεῖς εἰδ]ῶντι τὰς ἐψαφισμένας Ἀσκληπιοδώρωι τῶ[ι]
[πολίτηι αὐτῶν τιμὰς δ]ιαπέμψαι τὸ ψάφισμα ἐν Κορωνείαν καὶ [παρα]-
[καλέσαι αὐτοὺς ἀναγρ]άψαι τᾶς πόλιος ἐν τὸν ἐπιφανέστατον [τόπον]·
20 [ἀναγράψαι δὲ τὸ ψάφισμα κ]αὶ παρ’ ἁμὲ τοὺς ἐπιδαμιουργοὺς ἐν τῶ[ι ἱερῶι τοῦ]
[Ἀπόλλωνος ἐν τ]ῶι ἐπιφανεστάτωι τόπωι.   vacat.
Search Help
Contact Us