[ ] Phokis — Delphi — ca. 340 BC — SEG 32.552 — Rainer — Philodamos' Paian 1975.260-265
Paian.st.I.1 [δεῦρ’ ἄνα] Διθύραμβε, Βάκχ’,
Ε[ὔιε, Ταῦρε κ]ι̣σ̣σ̣οχαῖ-
τα, Βρόμι’, ἠρινα[ῖς ἱκοῦ]
[ταῖσδ’] ἱεραῖς ἐν ὥραις·
5 εὐοῖ ὦ ἰὸ [Βάκχ, ὦ ἰὲ Παιά]ν·
ὅν Θήβαις ποτ’ ἐν εὐίαις
Ζη[νὶ] γείνατ[ο] καλλίπαις Θυώνα
πάντες δ’ [ἀθά]νατοι [χ]όρευ-
σαν, πάντες δὲ βροτοὶ χ[άρεν]
10 [σαῖς, ὦ Β]άχχιε, γένναις·
ἰὲ παιάν, ἴθι σωτή[ρ],
[εὔφρων τάνδε] πόλιν φύλασσ’
εὐαίωνι σὺν [ὄλβωι]
st.II.14 ἄν τότε βακχίαζε μὲν
15 χθὼ[ν μεγαλώνυμός] τε Κάδ-
μου Μινυᾶν τε κόλπ[ος Εὔ]-
[βο]ιά τε καλλίκαρπος·
εὐοῖ ὦ ἰὸ Β[άκχ’, ὦ ἰὲ] Παιάν
πᾶσα δ’ ὑμνοβρυὴς χόρευ-
20 ε[ν Δελφῶ]ν ἱερὰ μάκαιρα χώρα·
αὐτὸς δ’ ἀστερόεν [δ]έμας
φαίνων Δελφίσιν σὺγ κόραι[ς]
[Παρν]ασσοῦ πτύχας ἔστας·
ἰὲ Παιάν, ἴθι σω[τή]ρ
25 εὔφρων [τάνδε πόλ]ιν φύλασσ’
εὐαίωνι [σύ]ν ὄλβωι
st.III.27 [ἀστρο]φ̣αὲς δὲ χειρὶ πάλ-
λων δ[έρ]ας ἐνθέοις [σὺν οἴσ]-
τροις ἔμολες μυχοὺς [Ἐλε]υ-
30 σῖνος ἀν’ [ἀνθεμώ]δεις·
εὐοῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰ[ὲ Παι]άν·
[ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος
γᾶς ἀ[μφ’ ἐ]νναέταις [φίλοις] ἐπ[όπ]ταις
ὀργίων ὁσί[ων Ἴα]κ-
35 χον [κλείει σ]ε, βροτοῖς πόνων
ὦιξ[ας δ’ ὅρ]μον [ἄμοχθον]·
ἰὲ Παιάν, ἴθι σωτήρ,
ε[ὔφρων] τάνδε [πόλιν φύλα]σσ’
εὐαίωνι σὺν ὄλ[βωι]
st.IV.40/52 [strophe IV is missing]
st.V.53 [ἔ]ν[θεν ἀ]π’ ὀλβίας χθονὸς
Θεσ[σαλίας] ἔκελσας ἄσ-
55 τη τέμενός τ’ Ὀλύμπι[ον]
[Πιερ]ίαν τε κλειτάν·
εὐοῖ ὦ ἰὸ Βάκχ’, [ὦ ἰὲ Παι]άν·
Μοῦσαι [δ’] αὐτίκα παρθένοι
κ[ισσῶι] στε[ψ]άμεναι κύκλωι σε πᾶσαι
60 μ[έλψαν] ἀθάνα[τον] ἐς ἀεὶ
Παιᾶν’ Εὐκλέα τ’ ὀ[πὶ κλέο]υ-
σαι, [κα]τᾶρξε δ’ Ἀπόλλων·
ἰὲ Παιά[ν, ἴθι σ]ωτήρ,
[εὔ]φρων τάνδε πόλιν φύλ[ασσ’]
65 [εὐαί]ωνι [σὺν] ὄλβωι
st.VI-VIII.66/104 [strophes VI, VII, VIII are missing]
st.IX.105 ἐκτελέσαι δὲ πρ[ᾶ]ξιν Ἀμ-
φικ̣τύονας θ[εὸς] κελεύ-
ει τάχος, ὡ[ς Ἑ]κ̣αβόλος
μῆν’ ἱκέ[τας] κατάσχηι·
εὐοῖ ὦ [ἰὸ Β]άκχ’, ὦ ἰὲ Παιάν·
110 δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί-
οις θ[ε]ῶν ἱερῶι γένει συναίμωι
τόνδ’ ὕμνον, θυ[σ]ίαν τε φαί-
νει[ν] σὺν Ἑλλάδος ὀλβίας
πα[νδ]ήμοις ἱκετε[ί]αις·
115 ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔ[φρ]ων τάνδε π[ό]λιν φύλασσ’
εὐαίωνι σὺν ὄλ[β]ωι
st.X.118 ὦ μάκαρ ὀλβία τε κεί-
νων γε[νεὰ] βροτῶν ἀγή-
120 ρων ἀμίαντον ἅ κτίσηι
ναὸ[ν ἄ]ν̣ακ̣[τι] Φοίβωι,
εὐοῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰὲ Π[αιάν]·
χρύσεον χρυσέοις τύποις
πα[— — —]ν θεαὶ ’γκυκλοῦ[νται]
125 [αἰω]ρ̣ῶ[ντα κλά]δογ, κόμαν
δ’ ἀρ̣γαίνοντ’ ἐλεφαντί[νωι]
[ἐν] δ’ αὐτόχθονι κόσμωι·
ἰὲ Παιάν, ἴθι [σωτήρ],
εὔφρων τάνδε πόλιν φύλασ[σ’]
130 εὐαί[ωνι] σὺν ὄλβωι
st.XI.131 Πυθιάσιν δὲ πενθετή-
ροις [π]ροπό̣[λοις] ἔταξε Βάκ-
χου θυσίαν χορῶν τε πο̣[λ]-
[λῶν] κυκλίαν ἅμιλλαν·
135 εὐοί ὦ ἰ[ὸ] Βάκχ’, [ὦ ἰὲ Παι]άν·
τεύχειν, ἁλιοφεγγ[έ]σ[ι]ν
δ’ ἀ[ντ]ο[λαῖς] ἴσον ἁβρὸν ἄγαλμα Βάκχο[υ]
ἐν [ζεύγει] χρυσέωλ λεόν-
των στῆσα[ι], ζαθέωι τε τ[εῦ]-
140 ξαι θεῶι πρέπον ἄντρον·
[ἰ]ὲ Παιά[ν, ἴθι σω]τήρ,
εὔφρων τάνδε πόλ[ιν φ]ύλασσ’
ε[ὐ]α[ίωνι] σὺν ὄλβωι
st.XII.144 ἀλλὰ δέχεσθε Βακχ[ια]σ̣-
145 τὰν Δι[ό]νυσ[ον, ἐν δ’ ἀγυι]-
αῖς ἅμα σὺγ [χορ]οῖσ̣ι κ[ι]-
[κλήισκετε] κισσ[οχ]αίταις·
ε[ὐο]ῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰὲ [Παιάν]·
πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβί]αμ
150 παν[νυχίζ]ετ’ ἐ[πὶ] πολ[υθ]ύ-
         [του]ς τ’ Ἀ[θά]νας
— — — — — — — — — — — — — —
— — — — — — — — — — — — — —
153 [χαῖρ’ ἄ]ναξ̣ ὑγιείας·
ἰὲ Πα[ι]άν, [ἴ]θι σω[τήρ],
155 [εὔφρων] τάνδε πόλιν φύλασσ’
εὐαίωνι [σὺν ὄλβωι]
Decree.st.XII.1 θ̣[ε][ς]
Δελφοὶ ἔδωκαν Φιλοδάμ̣[ωι Αἰν]η̣σιδάμου Σκαρφεῖ καὶ τοῖς ἀδελφοῖς Ἐπιγένε[ι]
[Μα]ντίδαι αὐτοῖς καὶ ἐκ[γόνοις] προξενίαν, προμ[αν]τείαν, προεδρίαν, προδικ[ίαν],
[ἀτέ]λειαν, ἐπι[τιμ]ὰν, καθ[άπερ Δε]λφοῖς· ἄρχοντος Ἐτυμώνδα {⁷Ἐτυμόνδα}⁷,  βουλευόντων
5 [Πλ]ε̣ισίστωνος Κ̣α̣λ̣λ̣ι̣κ̣ρ̣[άτεος — — —].
              vacant versus duo
6 [ἐπεὶ Φιλόδαμος καὶ τοὶ ἀδέλφο]ι τομ παιᾶνα τὸν ἐς τὸν Διόνυσον
[ἐποιήσαν ․․․․10․․․․ κατὰ τὰ]ν μαντείαν τοῦ θεοῦ ἐπαγγείλατ[ο]
[․․․․․․․․․․․25․․․․․․․․․․․․ χ]ρῆ[σθ]αι, τυχἀγαθᾶι
— — —
Search Help
Contact Us