[ ]
Phokis — Delphi — ca. 340 BC — SEG 32.552 — Rainer — Philodamos' Paian 1975.260-265
Paian.st.I.1 | [δεῦρ’ ἄνα] Διθύραμβε, Βάκχ’, |
Ε[ὔιε, Ταῦρε κ]ι̣σ̣σ̣οχαῖ- | |
τα, Βρόμι’, ἠρινα[ῖς ἱκοῦ] | |
[ταῖσδ’] ἱεραῖς ἐν ὥραις· | |
5 | εὐοῖ ὦ ἰὸ [Βάκχ, ὦ ἰὲ Παιά]ν· |
ὅν Θήβαις ποτ’ ἐν εὐίαις | |
Ζη[νὶ] γείνατ[ο] καλλίπαις Θυώνα | |
πάντες δ’ [ἀθά]νατοι [χ]όρευ- | |
σαν, πάντες δὲ βροτοὶ χ[άρεν] | |
10 | [σαῖς, ὦ Β]άχχιε, γένναις· |
ἰὲ παιάν, ἴθι σωτή[ρ], | |
[εὔφρων τάνδε] πόλιν φύλασσ’ | |
εὐαίωνι σὺν [ὄλβωι] | |
st.II.14 | ἄν τότε βακχίαζε μὲν |
15 | χθὼ[ν μεγαλώνυμός] τε Κάδ- |
μου Μινυᾶν τε κόλπ[ος Εὔ]- | |
[βο]ιά τε καλλίκαρπος· | |
εὐοῖ ὦ ἰὸ Β[άκχ’, ὦ ἰὲ] Παιάν | |
πᾶσα δ’ ὑμνοβρυὴς χόρευ- | |
20 | ε[ν Δελφῶ]ν ἱερὰ μάκαιρα χώρα· |
αὐτὸς δ’ ἀστερόεν [δ]έμας | |
φαίνων Δελφίσιν σὺγ κόραι[ς] | |
[Παρν]ασσοῦ πτύχας ἔστας· | |
ἰὲ Παιάν, ἴθι σω[τή]ρ | |
25 | εὔφρων [τάνδε πόλ]ιν φύλασσ’ |
εὐαίωνι [σύ]ν ὄλβωι | |
st.III.27 | [ἀστρο]φ̣αὲς δὲ χειρὶ πάλ- |
λων δ[έρ]ας ἐνθέοις [σὺν οἴσ]- | |
τροις ἔμολες μυχοὺς [Ἐλε]υ- | |
30 | σῖνος ἀν’ [ἀνθεμώ]δεις· |
εὐοῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰ[ὲ Παι]άν· | |
[ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος | |
γᾶς ἀ[μφ’ ἐ]νναέταις [φίλοις] ἐπ[όπ]ταις | |
ὀργίων ὁσί[ων Ἴα]κ- | |
35 | χον [κλείει σ]ε, βροτοῖς πόνων |
ὦιξ[ας δ’ ὅρ]μον [ἄμοχθον]· | |
ἰὲ Παιάν, ἴθι σωτήρ, | |
ε[ὔφρων] τάνδε [πόλιν φύλα]σσ’ | |
εὐαίωνι σὺν ὄλ[βωι] | |
st.IV.40/52 | [strophe IV is missing] |
st.V.53 | [ἔ]ν[θεν ἀ]π’ ὀλβίας χθονὸς |
Θεσ[σαλίας] ἔκελσας ἄσ- | |
55 | τη τέμενός τ’ Ὀλύμπι[ον] |
[Πιερ]ίαν τε κλειτάν· | |
εὐοῖ ὦ ἰὸ Βάκχ’, [ὦ ἰὲ Παι]άν· | |
Μοῦσαι [δ’] αὐτίκα παρθένοι | |
κ[ισσῶι] στε[ψ]άμεναι κύκλωι σε πᾶσαι | |
60 | μ[έλψαν] ἀθάνα[τον] ἐς ἀεὶ |
Παιᾶν’ Εὐκλέα τ’ ὀ[πὶ κλέο]υ- | |
σαι, [κα]τᾶρξε δ’ Ἀπόλλων· | |
ἰὲ Παιά[ν, ἴθι σ]ωτήρ, | |
[εὔ]φρων τάνδε πόλιν φύλ[ασσ’] | |
65 | [εὐαί]ωνι [σὺν] ὄλβωι |
st.VI-VIII.66/104 | [strophes VI, VII, VIII are missing] |
st.IX.105 | ἐκτελέσαι δὲ πρ[ᾶ]ξιν Ἀμ- |
φικ̣τύονας θ[εὸς] κελεύ- | |
ει τάχος, ὡ[ς Ἑ]κ̣αβόλος | |
μῆν’ ἱκέ[τας] κατάσχηι· | |
εὐοῖ ὦ [ἰὸ Β]άκχ’, ὦ ἰὲ Παιάν· | |
110 | δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί- |
οις θ[ε]ῶν ἱερῶι γένει συναίμωι | |
τόνδ’ ὕμνον, θυ[σ]ίαν τε φαί- | |
νει[ν] σὺν Ἑλλάδος ὀλβίας | |
πα[νδ]ήμοις ἱκετε[ί]αις· | |
115 | ἰὲ Παιάν, ἴθι σωτήρ, |
εὔ[φρ]ων τάνδε π[ό]λιν φύλασσ’ | |
εὐαίωνι σὺν ὄλ[β]ωι | |
st.X.118 | ὦ μάκαρ ὀλβία τε κεί- |
νων γε[νεὰ] βροτῶν ἀγή- | |
120 | ρων ἀμίαντον ἅ κτίσηι |
ναὸ[ν ἄ]ν̣ακ̣[τι] Φοίβωι, | |
εὐοῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰὲ Π[αιάν]· | |
χρύσεον χρυσέοις τύποις | |
πα[— — —]ν θεαὶ ’γκυκλοῦ[νται] | |
125 | [αἰω]ρ̣ῶ[ντα κλά]δογ, κόμαν |
δ’ ἀρ̣γαίνοντ’ ἐλεφαντί[νωι] | |
[ἐν] δ’ αὐτόχθονι κόσμωι· | |
ἰὲ Παιάν, ἴθι [σωτήρ], | |
εὔφρων τάνδε πόλιν φύλασ[σ’] | |
130 | εὐαί[ωνι] σὺν ὄλβωι |
st.XI.131 | Πυθιάσιν δὲ πενθετή- |
ροις [π]ροπό̣[λοις] ἔταξε Βάκ- | |
χου θυσίαν χορῶν τε πο̣[λ]- | |
[λῶν] κυκλίαν ἅμιλλαν· | |
135 | εὐοί ὦ ἰ[ὸ] Βάκχ’, [ὦ ἰὲ Παι]άν· |
τεύχειν, ἁλιοφεγγ[έ]σ[ι]ν | |
δ’ ἀ[ντ]ο[λαῖς] ἴσον ἁβρὸν ἄγαλμα Βάκχο[υ] | |
ἐν [ζεύγει] χρυσέωλ λεόν- | |
των στῆσα[ι], ζαθέωι τε τ[εῦ]- | |
140 | ξαι θεῶι πρέπον ἄντρον· |
[ἰ]ὲ Παιά[ν, ἴθι σω]τήρ, | |
εὔφρων τάνδε πόλ[ιν φ]ύλασσ’ | |
ε[ὐ]α[ίωνι] σὺν ὄλβωι | |
st.XII.144 | ἀλλὰ δέχεσθε Βακχ[ια]σ̣- |
145 | τὰν Δι[ό]νυσ[ον, ἐν δ’ ἀγυι]- |
αῖς ἅμα σὺγ [χορ]οῖσ̣ι κ[ι]- | |
[κλήισκετε] κισσ[οχ]αίταις· | |
ε[ὐο]ῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰὲ [Παιάν]· | |
πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβί]αμ | |
150 | παν[νυχίζ]ετ’ ἐ[πὶ] πολ[υθ]ύ- |
[του]ς τ’ Ἀ[θά]νας | |
— — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — | |
153 | [χαῖρ’ ἄ]ναξ̣ ὑγιείας· |
ἰὲ Πα[ι]άν, [ἴ]θι σω[τήρ], | |
155 | [εὔφρων] τάνδε πόλιν φύλασσ’ |
εὐαίωνι [σὺν ὄλβωι] | |
Decree.st.XII.1 | θ̣[ε]ό[ς] |
Δελφοὶ ἔδωκαν Φιλοδάμ̣[ωι Αἰν]η̣σιδάμου Σκαρφεῖ καὶ τοῖς ἀδελφοῖς Ἐπιγένε[ι] | |
[Μα]ντίδαι αὐτοῖς καὶ ἐκ[γόνοις] προξενίαν, προμ[αν]τείαν, προεδρίαν, προδικ[ίαν], | |
[ἀτέ]λειαν, ἐπι[τιμ]ὰν, καθ[άπερ Δε]λφοῖς· ἄρχοντος Ἐτυμώνδα {⁷Ἐτυμόνδα}⁷, βουλευόντων | |
5 | [Πλ]ε̣ισίστωνος Κ̣α̣λ̣λ̣ι̣κ̣ρ̣[άτεος — — —]. |
vacant versus duo | |
6 | [ἐπεὶ Φιλόδαμος καὶ τοὶ ἀδέλφο]ι τομ παιᾶνα τὸν ἐς τὸν Διόνυσον |
[ἐποιήσαν ․․․․10․․․․ κατὰ τὰ]ν μαντείαν τοῦ θεοῦ ἐπαγγείλατ[ο] | |
[․․․․․․․․․․․25․․․․․․․․․․․․ χ]ρῆ[σθ]αι, τυχἀγαθᾶι | |
— — — |