[ ]
Att. — Athens: Akropolis — stoich. 33 — 322/1 BC — IG II² 242+373 — SEG 21.301; 24.105
See also:
1 | [— — — — — — — — — προσαγα]γ̣εῖν Εὐ̣ή̣νορα [πρ]- |
[ὸς τὸν δῆμον, γνώ]μ[ην] δὲ ξυμβάλλεσθαι τῆ[ς] | |
[βουλῆς εἰς τὸν] δ̣ῆμον ὅτι δοκεῖ τῆι βουλ̣[ῆ]- | |
[ι], ἐ[πειδ]ὴ Εὐ̣ή̣[νωρ] Ἀ̣καρνὰν πρόθυμός ἐστι[ν] | |
5 | περὶ τ̣ὸν δῆμον̣ τὸν Ἀθηναίων καὶ ποεῖ ὅτ[ι] |
δύναται ἀγαθόν, εἶναι δὲ αὐτὸν πρόξενο[ν] | |
καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων κ̣α̣- | |
ὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι καθ- | |
άπερ τοῖς ἄλλοις εὐεργέταις καὶ ἀναγρ̣[ά]- | |
10 | ψαι τόδε τὸ ψήφισμα ἐν στήληι λιθίνηι τ̣ὸ- |
ν γραμματέα τῆς βουλῆς καὶ στῆσαι ἐν ἀκ̣ρ̣- | |
[ο]πόλει, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης [δ]- | |
[οῦ]ναι τὸν ταμίαν τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἐ[κ] | |
[τῶ]ν κατὰ ψηφίσματα ἀναλισκομένων τῶι̣ [δ]- | |
15 | [ήμ]ωι. |
16 | [ἐπ]ὶ Φιλοκλέους ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος ἐνά[τ]- |
[ης] πρυτανέας, ἧι Εὐθυγένης Ἡφαιστοδήμου Κηφι[σ]- | |
[ιε]ὺς ἐγραμμάτευεν· Θαργηλιῶνος δευτέραι ἱστα̣- | |
[μέ]νου, τρίτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· ἐκκ[λ]- | |
20 | [ησ]ία· τῶν προέδρων ἐπεψήφιζεν Εὔαλκος Φαληρε[ύ]- |
[ς· ἔ]δοξεν τῶι δήμωι· Διόφαντος Φρασικλείδου Μυ̣[ρ]- | |
[ρι]νούσιος εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τῆι βουλεῖ. | |
[ἐπ]ειδὴ δὲ Εὐήνωρ Εὐηπίου δι’ <ε>ὐεργεσίαν πρόξεν- | |
[ο]ς̣ ἐγένετο τοῦ δήμου τοῦ Ἀθηναίων καὶ ἅπαντα ὅσ- | |
25 | [α] προσέταξεν αὐτῶι ὁ δῆμος ὁ Ἀθηναίων καὶ ἰδίαι |
καὶ κοινεῖ ἐπιμέλεται· ἀγαθ[εῖ] τύχει ἐψ̣ηφίσ[θαι] | |
τῶι δήμωι ἐπαινέσα<ι> μὲν Εὐήνορα Εὐηπίου κα̣[ὶ στε]- | |
φανῶσαι θαλλοῦ στεφάνωι φιλοτιμίας ἕνε[κα καὶ] | |
[ἐ]πιμελείας. εἶναι δὲ αὐτῶι καὶ ἐγγόνο[ις γῆς καὶ] | |
30 | [οἰ]κίας ἔγκτησιν ἀπέχον̣τι τῶν [κ]ο̣ι̣[νῶν καὶ τῶν ἱε]- |
[ρῶν]· ἐπιμέλεσθαι δὲ αὐ̣το̣ῦ [τήν τε βουλὴν τὴν ἀεὶ β]- | |
[ουλεύο]υσαν καὶ τοὺ̣[ς στρατηγοὺς τοὺς ἀεὶ ὄντας]· | |
[ἀναγράψ]αι δὲ τ[— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] |