1
|
[Ἐ]παμείνων Ἀμεινίου εἶπεν· ἐπειδή τι-
|
|
[ν]ες ἐναντία τῶι ὅρκωι ὃν ὤμοσαν καὶ τε[ῖ]
|
|
ἀρᾶι ἣν Εἰκαδεὺς ἐπηράσατο διατελ-
|
|
οῦσι πράττοντες καὶ λέγοντες κατὰ Ε-
|
5
|
ἰκαδέων ἐπὶ βλάβει τῶν κοινῶν τῶν
|
|
Εἰκαδέων, ἀφ’ ὧν τὰ ἱερὰ τοῖς θεοῖς θ-
|
|
ύουσιν Εἰκαδέες καὶ τοῖς δικαζομέν-
|
|
οις Εἰκαδεῦσιν συνδικοῦσιν ὑπε-
|
|
ναντία τοῖς Εἰκαδεῦσιν καὶ μεμαρ-
|
10
|
τυρήκασιν ἐπὶ τοῦ δικαστηρίου ἐ-
|
|
πὶ βλάβει τοῦ κοινοῦ τοῦ Εἰκαδέων
|
|
ψευδεῖς μαρτυρίας, ἑλέσθαι τρεῖς
|
|
ἄνδρας ἤδη ἐξ Εἰκαδέων οἵτινες
|
|
συναγωνιοῦνται τῶι ἐπεσκημμέν-
|
15
|
ωι ταῖς μαρτυρίαις Πολυξένωι, ὅπω-
|
|
ς ἂν δίκην διδῶσιν οἱ τὰ ψευδῆ μαρτ-
|
|
υροῦντες· ἐπαινέσαι δὲ Πολύξενον
|
|
Διοδώρου καὶ στεφανῶσαι χρυσῶι στ-
|
|
εφάνωι ὅτι δίκαιός ἐστιν περὶ τὰ κοι-
|
20
|
νὰ τὰ Εἰκαδέων καὶ ἐπεσκήψατο τοῖς
|
|
μάρτυσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
|
|
μα τοὺς ἄρχοντας τοὺς ἐφ’ Ἡγησίου ἄρ-
|
|
χοντος εἰς στήλην λιθίνην καὶ στῆσ-
|
|
αι ἐν τῶι ἱερῶ̣ι̣ τοῦ Ἀπόλλωνος τοῦ Πα-
|
25
|
ρνησσίου.
|