[ ]
Att. — Athens: Akropolis — stoich. 39 — 325/4 BC — IG II² 360+add p.660 — SEG 13.40
See also:
θεο[ί] | |
1 | ἐπ’ Ἀντικλέους ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος πέμπτ- |
ης πρυτανείας, ἧι Ἀντιφῶν Κοροίβου Ἐλευσί ἐγρα- | |
μμάτευεν· ἑνδεκάτηι· τετάρτηι καὶ τριακοστῆι τῆς πρυταν- | |
είας· τῶμ προέδρων ἐπεψήφιζεν Φίλυλλος Ἐλευσί· | |
5 | Δημοσθένης Δημοκλέους Λαμπτρεὺς εἶπεν· ἐπειδ- |
ὴ Ἡρακλείδης Σαλαμίνιος διατελεῖ φιλοτιμούμ- | |
ενος πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ ποιῶν ὅτι δ- | |
ύ̣ναται ἀγαθὸν, καὶ πρότερόν τε ἐπέδωκεν ἐν τῆι σ- | |
πανοσιτίαι ∶ΧΧΧ∶ μεδίμνους πυρῶν ∶𐅃∶ δράχμου- | |
10 | ς πρῶτος τῶν καταπλευσάντων ἐνπόρων· καὶ πάλιν |
ὅ̣τε αἱ ἐπιδόσεις ἦσαν ἐπέδωκε ∶ΧΧΧ∶ δραχμὰς εἰ- | |
ς σιτωνίαν, καὶ τὰ ἄλλα διατελεῖ εὔνους ὢν καὶ φι- | |
λοτιμούμενος πρὸς τὸν δῆμον· δεδόχθαι τῶι δήμω- | |
ι ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλαμίνι- | |
15 | ον καὶ στεφανῶσαι χρυσῶι στεφ̣άνωι εὐνοίας ἕνεκ- |
α καὶ φιλοτιμίας τῆς πρὸς τὸν δῆμον τὸν Ἀθηναίων· | |
εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου | |
τοῦ Ἀθηναίων αὐτὸν καὶ ἐγγόνους, εἶναι δ’ αὐτοῖς | |
καὶ γῆς καὶ οἰκίας ἔγκτησιν κατὰ τὸν νόμον καὶ σ- | |
20 | τρατεύεσθαι αὐτοὺς τὰς στρατείας καὶ εἰσφέρε- |
ιν τὰς εἰσφορὰς μετὰ Ἀθηναίων. ἀναγράψαι δὲ τόδ- | |
ε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν | |
καὶ τοὺς ἄλλους ἐπαίνους τοὺς γεγενημένους αὐ- | |
τῶι ἐν στήληι λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλει, ε- | |
25 | ἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμία- |
ν ΔΔΔ δραχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματ’ ἀναλισ- | |
κομένων τῶι δήμωι. {²vacat}² | |
Τηλέμαχος Θεανγέλου Ἀχαρνεὺς εἶπεν· ἐπειδὴ Ἡρ- | |
ακλείδης Σαλαμίνιος ἐπέδωκεν τὸν σῖτον τῶι δή- | |
30 | μωι πεντέδραχμον πρῶτος τῶν καταπλευσάντων ἐ- |
μπόρων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος, ἐψηφίσθαι τῶ- | |
ι δήμωι ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλ- | |
αμίνιον καὶ στε̣φ̣ανῶσ̣αι αὐτὸν χρυσῶι στεφάνωι | |
φιλοτιμίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίω- | |
35 | ν· ἐπειδὴ δὲ καταχθεὶς ὑπὸ Ἡρακλεωτῶν πλέων Ἀθή- |
ναζε παρειρ̣έθη τὰ ἱστία ὑπ’ αὐτῶν, ἑλέσθαι πρεσβ- | |
ευτὴν ἕνα ἄνδρα ἐξ Ἀθηναίων ἁπάντων, ὅστις ἀφικόμενος ε- | |
ἰς Ἡράκλειαν ὡς Διονύσιον ἀξιώσει ἀποδοῦναι τ- | |
ὰ ἱστία τὰ Ἡρακλείδου καὶ τὸ λοιπὸν μηδέν’ ἀδικε- | |
40 | ῖν τῶν Ἀθήναζε πλεόντων· καὶ ταῦτα ποιῶν τά τε δί- |
καια ποιήσει καὶ οὐθενὸς ἀτυχήσει τοῦ δήμου τ[ο]ῦ Ἀ- | |
[θηναίων] τῶν δικαίων· δοῦναι δὲ τῶι αἱρεθέντι πρεσβευ- | |
τεῖ εἰς ἐφόδια τὸν ταμίαν τοῦ δήμου ∶𐅃∶ δραχμὰς ἐκ τῶ- | |
ν κατὰ ψηφίσματ’ ἀναλισκομένων τῶι δήμωι. εἱρέθ- | |
45 | η πρεσβευτὴς Θηβαγένης Ἐλευσίνιος. {²vacat}² |
Τηλέμαχος Θεαγγέλου Ἀχαρ εἶπεν· ἐψηφίσθαι τῶι | |
δήμωι τὴν βουλὴν προβουλεύσασαν ἐξενεγκεῖν ε- | |
ἰς τὴν πρώτην ἐκκλησίαν πε̣ρὶ Ἡρακλείδου καθότ- | |
ι εὑρήσεται ἄν τι δύνηται ἀγαθὸν παρὰ τοῦ δήμου | |
50 | τοῦ Ἀθηναίων. {²vacat}² |
Κηφισόδοτος Εὐαρχίδου Ἀχαρνεὺς εἶπεν· περὶ ὧν ὁ | |
δῆμος προσέταξεν τῆι βουλῆι προβουλεῦσαι περ- | |
ὶ Ἡρακλείδου τοῦ Σαλαμινίου, δεδόχθαι τῆι βουλ- | |
ῆι, ἐπειδὴ Ἡρακλείδης καταπλεύσας Ἀθήναζε σῖτ- | |
55 | ον ἄγων ἐπέδωκεν τῶι δήμωι τρισχιλίους μεδίμν- |
ους πέντε δραχμῶν ἕκαστον, τοὺς προέδρους οἳ ἂν λάχωσι- | |
ν προεδρεύειν εἰς τὴν πρώτην ἐκκλησίαν προσαγα- | |
γεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, | |
γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμο- | |
60 | ν ὅτι δοκεῖ τῆι βουλεῖ ἐπαινέσαι Ἡρακλείδην Χα- |
ρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι χρ- | |
υσῶι στεφάνωι ἀπὸ 𐅅 δραχμῶν· εἶναι δ’ αὐτῶι καὶ εὑ- | |
ρέσθαι παρὰ τοῦ δή̣μ̣ο̣υ̣ ὅτι ἂν δύνηται ἀγαθόν, ὅπως ἂ- | |
ν καὶ οἱ ἄλλοι φιλοτιμῶνται εἰδότες, ὅτι τιμᾶι καὶ στεφανοῖ ἡ βουλὴ τοὺς φ[ι]- | |
65 | λοτιμουμένους. {²vacat}² |
Φυλεὺς Παυσανίου Οἰναῖος εἶπεν· ἐπειδὴ Ἡρακλείδης Σαλαμίνιος καταπλευ- | |
σας Ἀθήναζε σῖτον ἄγων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος ἐπέδωκεν τῶι δήμωι ΧΧΧ με- | |
δίμνους 𐅃 δράχμους καὶ διὰ ταῦτα ὁ δῆμος ἐψηφίσατο αὐτῶι τὴν βουλὴν προβου- | |
λεύσασαν ἐξενέγκειν εἰς τὸν δῆμον καθ’ ὅτι εὑρήσεται ἄν τι δύνηται ἀγαθὸν παρὰ | |
70 | τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ πάλιν ἐπ’ Εὐθυκρίτου ἄρχοντος ἐπέδωκεν τῶι (δήμωι) εἰς σιτωνίαν ΧΧΧ δ- |
ραχμὰς, δεδόχθαι τῆι βουλῆι τοὺς προέδρους οἳ ἂν λάχωσι προε̣δ̣ρεύειν εἰς τὴν κυρίαν | |
ἐκκλησίαν προσαγαγεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ- | |
μβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἡρακλείδην | |
Χαρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ ∶𐅅∶ δραχμῶν· | |
75 | εἶναι δ’ αὐτῶι καὶ εὑρέσθαι ἀγαθὸ[ν πα]ρὰ τοῦ δήμου ὅτου ἂν δοκεῖ ἄξιος εἶναι, ὅπως |
ἂν καὶ οἱ ἄλλοι ἐθέλωσι [ἑτοίμ]ω[ς εὐεργετεῖν τὴν βου]λ̣ὴ̣ν̣ καὶ τὸν δῆ[μ]ο[ν] ὁρῶντες | |
τοὺς φιλοτιμουμέ[νους — — — — — — — — — — — — — — — — τὸν] δ̣ῆ̣μ̣ο̣ν̣ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] π̣ά̣σ̣[α]ς | |
Α[— — — — — — — — — — — — — — — — — — — — — — — — —] {²vacat}² | |
79a | {²in corona: in corona: in corona: in corona:}² |
80 | ὁ δῆμος ὁ δῆμος ἡ βουλή ἡ βουλή |