[ ] Att. — Aixone (Trachones) — stoich. 19 — 326/5 BC — IG II² 1198
See also:
1 [Φιλ]οκτήμων Χρέμητο[ς]
εἶπεν· ἐπειδὴ οἱ χορηγ-
οὶ <οἱ> ἐπὶ Χρέμητος ἄρχοντ-
ος Δημοκράτης Εὐφιλήτ-
5 ου καὶ Ἡγησίας Λυσιστρ-
άτου καλῶς καὶ φιλοτίμ-
ως ἐχορήγησαν Αἰξωνεῦ-
σιν, ἐπαινέσαι αὐτοὺς κ-
αὶ στεφανῶσαι χρυσῶι σ-
10 τεφάνωι ἀπὸ 𐅃[ΙΙΙ] ∶ δραχμῶ-
ν ἑκάτερον φιλοτιμίας
ἕνεκα καὶ ἐπιμελείας τ-
ῆς εἰς τοὺς δημότας· δοῦ-
ναι δὲ αὐτοῖς καὶ εἰς θυ-
15 [σ]ίαν τὸν δήμαρχον Δωρό-
[θε]ον καὶ τοὺς ταμίας ∶ Δ
[δ]ραχμὰς ἀπὸ τῆς προσόδ-
ου τῶν δημοτῶν. ἀναγράψ-
αι δὲ τ[ό]δε τὸ ψήφισμα τὸ-
20 ν δήμαρχον Δωρόθεον εἰ-
ς στήλην [λ]ιθίνην καὶ στ-
ῆσαι εἰς τ[ὸ] θέατρον, ὅπω-
ς ἂν εἰδῶσιν οἱ ἀεὶ μέλλ-
οντες χορηγεῖν Αἰξωνε-
25 ῦσι ὅτι τιμήσει αὐτοὺς
ὁ δῆμος ὁ Αἰξωνέων τοὺς
εἰς ἑαυτοὺς φιλοτιμου-
[μ]ένους. {²vacat}²
      {²vacat}²
Search Help