[ ] Att. — Copenhagen — stoich. 31 — 329/8 BC — IG II² 1256
See also:
1 θεοί
Φιλοκράτης vv εἶπεν· ἐπειδὴ Εὐφύης κα-
ὶ Δέξιος γενόμενοι ἐπιμεληταὶ τοῦ ἱε-
ροῦ ἐπὶ Κηφισοφῶντος ἄρχοντος καλῶς
5 καὶ φιλοτίμως ἐπεμελήθησαν καὶ ἀξίω-
ς τῆς θεοῦ καὶ τῶν ὀργεώνων, δεδόχθαι τ-
οῖς ὀργεῶσιν, στεφανῶσαι Εὐφύη καὶ Δέ-
ξιον δικαιοσύνης καὶ ἐπιμελείας ἕνε-
κα χρυσῶι στεφάνωι ἑκάτερον ἀπὸ ∶ Η ∶ δρα-
10 χμῶν καὶ ἀναγράψαι τόδε τὸ ψήφισμα ἐν
στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι ἱερ[ῶ]-
ι τῆς θεοῦ.
         {²two wreaths}²
Search Help
Contact Us