[ ] Att. — Oropos: Amph. — stoich. 27 — 329/8 BC — IG VII.4254
See also:
b.1 [θ]ε[οί]
1a    {²vacat 0.04}²
2 [ἐπὶ Ἀριστ]οφῶντ[ος ἄρχον]-
[τος ἐπὶ τ]ῆς Λεων[τίδος ἐν]-
[άτης πρυ]τανεία[ς, ἧι Ἀντί]-
5 [δωρος Ἀν]τίνου Πα[ιανιεὺ]-
[ς ἐγραμμ]άτευεν· Θα[ργηλι]-
[ῶνος τε]τράδι ἐπὶ δ[έκα, δε]-
[υτέραι] καὶ τριακοσ[τῆι τ]-
[ῆς πρυτα]νείας· ἐκκλη[σία]
10 [κυρία· τῶν προ][δρων][πεψ]-
[ήφιζε — — — — — — — — —]
1 θεοί.
ἐπὶ Κηφισοφῶντος ἄρχοντος, ἐπὶ τ-
ῆς Ἱπποθωντίδος τρίτης πρυτανε-
ίας, ἧι Σωστρατίδης Ἐχφάντου Εὐπ-
5 υρίδης ἐγραμμάτευεν, 〚Πυανοψιῶνος〛
ἕκτει ἐπὶ δέκα, τρίτει καὶ τριακο-
στεῖ τῆς πρυτανείας, ἐκκλησία· τῶ-
μ προέδρων ἐπεψήφισζεν Δημοχάρ-
ης Φλυεύς· ἔδοξεν τῶι δήμωι· Δημοσ-
10 θένης Δημοκλέους Λαμπτρεὺς εἶπ-
εν· ἐπειδὴ οἱ χειροτονηθέντες ὑπ-
ὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν το-
ῦ ἀγῶνος καὶ τῶν ἄλλων τῶν περὶ τὴ-
ν ἑορτὴν τοῦ Ἀμφιαράου καλῶς καὶ
15 φιλοτίμως ἐπεμελήθησαν τῆς τε π-
ομπῆς τῶι Ἀμφιαράωι καὶ τοῦ ἀγῶν-
ος τοῦ γυμνικοῦ καὶ ἱππικοῦ καὶ τ-
ῆς ἀποβάσεως καὶ τῶν ἄλλων πάντω-
ν τῶν περὶ τὴν πανήγυριν ὧν αὐτοῖ-
20 ς προσέταξεν ὁ δῆμος, δεδόχθαι τῶ-
ι δήμωι, ἐπαινέσαι τοὺς αἱρεθέντ-
ας, Φανόδημον Διύλλου Θυμαιτάδη-
ν, <∶> Λυκοῦργον Λυκόφρονος Βουτάδη-
ν ∶  Δημάδην Δημέου Παιανιέα ∶ Σώφιλ-
25 ον Ἀριστοτέλους Φυλάσιον ∶ Θρασυ-
λέοντα Θεοφῶντος Ἀχαρνέα ∶ Ἐπιτέ-
λην Σωινόμου Περγασῆθεν ∶ Νικήρα-
τον Νικίου Κυδαντίδην ∶ Ἐπιχάρην
Ἀγωνοχάρους Παιανιέα ⋮ Θυμοχάρη-
30 ν Φαίδρου Σφήττιον ∶ Κηφισοφῶντα
Λυσιφῶντος Χολαργέ(α) ∶ δικαιοσύνη-
ς ἕνεκα καὶ φιλοτιμίας τῆς πρὸς τ-
ὸν θεὸν καὶ τὸν δῆμον τῶν Ἀθηναίω-
ν, καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι σ-
35 τεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν· δοῦναι δὲ α-
ὐτοῖς καὶ εἰς θυσίαν καὶ ἀνάθημα
Η ∶ δραχμάς· τὸ δὲ ἀργύριον τ<ὸ> εἰς τὴ-
ν θυσίαν προδανεῖσαι τὸν ταμίαν
τοῦ δήμου· ἐν δὲ τοῖς πρώτοις νομο-
40 θέταις προσνομοθετῆσαι τῶι ταμ-
[ί]αι· "δοῦναι δὲ καὶ τὰς τριάκοντα δ-
[ρ]αχμὰς τὸν ταμίαν τοῦ δήμου τοῖς
α̣ἱρεθεῖσιν ἐπὶ τὸν ἀγῶνα, ἃς εἴρη-
ται διδόναι ἐν τῶι νόμωι τῶι αἱρε-
45 θέντι ἐπὶ τὴν εὐταξίαν". ἀναγράψα-
ι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ-
α τῆς βουλῆς καὶ στῆσαι ἐν τῶι ἱερ-
ῶι τοῦ Ἀμφιαράου· εἰς δὲ τὴν ἀναγρ-
αφὴν τῆς στήλης δοῦναι τὸν ταμία-
50 ν τοῦ δήμου ∶ ΔΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ-
ὰ ψηφίσματα μεριζομένων τῶι δήμ-
ωι.
Search Help
Contact Us