[ ]
Att. — Athens: Akropolis — stoich. 19-24 — 330/29 BC — IG II² 351+624+add.p.660 — SEG 36.149
See also:
1 | [Εὐδήμ]ου Πλαται[έως]. |
[ἐπὶ Ἀριστ]οφῶντος ἄρχοντο[ς] | |
[ἐ]π̣[ὶ τῆς] Λ̣εωντίδος ἐνάτη[ς] π̣[ρυ]- | |
ταν[εία]ς, ἧι Ἀντίδωρος Ἀντί[νου] | |
5 | Παι[ανι]εὺς ἐγραμμάτευεν ∶ ἑ[ν]- |
[δ]εκά[τ]ηι Θαργηλιῶνος. ἐνάτη[ι] | |
[κ]αὶ δ[ε]κάτηι τῆς πρυτανείας· | |
[τ]ῶν π[ρ]οέδρων ἐπεψήφιζεν Ἀν̣[τι]- | |
φάνη[ς] Εὐωνυμε̣ύς· ἔδοξεν τῶι̣ | |
10 | [δήμωι]· Λυκοῦργος Λ̣υκόφρονος |
[Βουτά]δης εἶπεν· ἐπειδὴ̣ {²vacat}² | |
[Εὔδημ]ος πρότερόν τε ἐπη[γ]γ[εί]- | |
[λατο τ]ῶι δήμωι ἐπιδ̣ώσειν [εἰ]ς̣ | |
[τὸν π]όλεμον εἴ τ[ι] δέ[οι]το [ΧΧΧ]Χ̣ | |
15 | [δ]ραχμὰς καὶ νῦν [ἐπ]ι[δέδ]ω[κεν] |
εἰς τὴν ποίησιν τοῦ στ̣αδ[ί]ου | |
καὶ τοῦ θεάτρου τ̣οῦ Πανα̣θη[ναι]- | |
κοῦ χίλια ζεύγη καὶ τα̣ῦτα | |
πέπομφεν ἅπαντα̣ π[ρὸ Π]αναθη- | |
20 | ναίων καθὰ ὑπέσ[χετο, δ]ε̣δόχθ[αι] |
τῶι δήμωι ἐπαι[νέσαι Ε]ὔδ̣ημ[ον] | |
[Φι]λούργου Πλατα[ιέα] καὶ σ[τε]- | |
φανῶσαι αὐτὸν̣ θ̣αλ̣λ̣ο͂ στεφ[άνωι] | |
εὐνοίας ἕνεκα τῆς ε̣ἰ̣ς̣ τὸ̣ν | |
25 | δῆμον τοῦ Ἀθηναίων καὶ εἶ̣ν[αι] |
αὐτὸν ἐν τοῖς εὐεργέτ̣α̣ι̣ς̣ τ̣ο[ῦ] | |
δήμου τοῦ Ἀθη̣να̣ί̣ων [α]ὐτὸν κα[ὶ] | |
ἐκγόνους καὶ ε[ἶν]α[ι] αὐτῶι {²vacat}² | |
ἔνκτησιν γῆς καὶ ο̣ἰ̣κ̣ί̣ας καὶ | |
30 | στρατεύεσθαι αὐτ̣ὸν τὰς {²vacat}² |
στρατιὰς καὶ τὰς εἰσφορὰς {²vacat}² | |
εἰσφέρειν μετὰ Ἀθηναίων. {²vacat}² | |
ἀ̣ναγράψαι [δ]ὲ τόδε τὸ ψήφισμα̣ | |
τὸν γραμματέα τῆς βουλῆ̣ς̣ καὶ̣ | |
35 | στῆσαι ἐν ἀκρο̣πόλει, εἰ[ς] δ[ὲ] τ[ὴν] |
ἀναγραφὴν τῆς στήλη̣[ς δοῦ]ν̣α̣[ι] | |
τὸν ταμίαν τοῦ δήμ̣[ο]υ̣ [— — —] | |
δραχμὰς ἐκ τῶν εἰς τὰ κα[τὰ ψη]- | |
φίσματα ἀναλισκομέν̣[ων τῶι] | |
40 | δήμωι. |
{²vacat 0.40}² |